Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρθʹ Νίκη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-8
Not analysed yet
Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Σφόδρα μοι δοκεῖ ἀκολούθως τῇ προγεγραμμένῃ λέξει συνῆφθαι τὰ προκείμενα· εἰ γὰρ καὶ τὰ μάλιστα γένεσιντὴν ἀπὸ μήτρας ὑπέμεινας, φησίν, καὶ γεγέννησαι οἷα δρόσος ἐξ ἁγίου πνεύματος ἐν τῇ παιδιότητί σου σάρκα ἀναλαβών, ἀλλ’ οὐχ’ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις καὶ τὴν καταστροφὴν τοῦ βίου ποιήσεις, διαμενεῖς δὲ εἰς τὸν αἰῶνα ἱερώμενος τῷ θεῷ καὶ πατρί· τοῦτο γὰρ ὥρισται, καὶ μεθ’ ὅρκου βεβαιώσεως τοῦτο ἀποφαίνεται πρὸς τοῦ σοῦ πατρός.