Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρθʹ Νίκη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-9
Not analysed yet
Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀκύλας· ἀπὸ μήτρας ἐξωρθρισμένη σοι δρόσος παιδιότητός σου . ὁ δὲ Σύμμαχος· ὡς κατ’ ὄρθρον σοι δρόσος ἡ νεότης σου . ἡ δὲ πέμπτη ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος νεότητός σου . καὶ ἔοικέ γε διὰ τούτων τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ τὴν οἰκονομίαν σημαίνειν· ἀπὸ γὰρ μήτρας, φησί, γενήσεται δρόσος ἐξωρθρισμένη τῆς παιδιότητός σου ἢ ἐκ μήτρας γενήσεταί σοι δρόσος σου ὄρθρου ἐν τῇ νεότητί σου . σημαίνεσθαι δὲ διὰ τούτων ἡγοῦμαι τὸ μὴ ἐκ σπέρματος ἀνδρός, ἀλλ’ ἐξ ἁγίου πνεύματος συστῆναι αὐτοῦ τὴν ἔνσαρκον γέννησιν· οἷα γὰρ δρόσος ἄνωθεν ἐξ οὐρανοῦ φερομένη, οὕτω πως καὶ ἐν τῇ μήτρᾳ τῆς κυοφορούσης αὐτὸν μητρὸς ἡ τῆς σαρκὸς ὑπέστη σύστασις ἐν τῇ παιδιότητι αὐτοῦ. ἀντὶ δὲ τοῦ ἐκ γαστρὸς ἢ ἀπὸ μήτρας τὸ Ἑβραϊκὸν ἔχει Μαριάμ. οἶδα δὲ εἰς τοῦτο τινὸς ἀκούσας ὡς τῆς Ἑβραϊκῆς φωνῆς ἐνταῦθα τῆς Μαρίας μνημονευσάσης· τὸ γὰρ Μαριὰμ τὸ Μαρίας ὄνομα σημαίνει ὡς ὀνομαστὶ διὰ τούτων τῆς θεοτόκου μνημονευθείσης.