Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-13
Not analysed yet
ζ Τὴν ἑβδόμην ᾠδὴν ᾄδουσιν ἀποκαταστάντες ἤδη τελείως. ὁρῶντές γε μὴν ἑαυτοὺς βραχεῖς ὄντας τὸν ἀριθμόν –τὸ γὰρ πλῆθος τοῦ λαοῦ καὶ τὸ πᾶν ἔθνος ἔθ’ ὑπῆρχεν ἐν Βαβυλῶνι –εὐχὰς ὑπὲρ ἐκείνων ἀναπέμπουσιν. διὸ περὶ μὲν ἑαυτῶν φασιν· ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι καὶ τὰ ἑξῆς, σαφῶς διδάσκοντες, ὅτι πρὸ τούτου ἐν τῇ αἰχμαλωσίᾳ ἐτύγχανον. περὶ δὲ τῶν ἐν Βαβυλῶνι ἔτι τυγχανόντων ἐπιλέγουσι τὸ ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν καὶ πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν .