Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-14
Not analysed yet
Ϛ Τὴν ἕκτην ᾠδὴν ἐπ’ αὐτὸ τὸ ποθούμενον αὐτοῖς καὶ προσδοκώμενον ὄρος ἤδη γενόμενοι καὶ ἐπιβάντες αὐτῷ ᾄδουσιν ἅτε ἐν ἀσφαλείᾳ τυγχάνοντες. διό φασιν· οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιών. οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ . οὔπω γὰρ τὴν οἰκοδομὴν ὁρῶντες, ἀλλὰ καὶ τὰ τείχη κατηριπωμένα τῆς πόλεως, ἐπ’ αὐτῷ τῷ κυρίῳ ὡς ἐποχυρωτάτῳ περιβόλῳ θαρσεῖν ὁμολογοῦσιν. ὁρῶντες δὲ καὶ τοὺς ἐκ γειτόνων οἰκοῦντας ἀλλοφύλους καὶ τὰ πλησιόχωρα ἔθνη διαφθονούμενα ἐπὶ τῇ ἐπανόδῳ αὐτῶν φασιν· κύριος κύκλῳ τοῦ λαοῦ, καὶ οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων .