Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-7
Not analysed yet
Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Φροντίζων περὶ τῆς ἀπωλείας τῶν ψυχῶν αὐτῶν αὐτοῦ τε ἐκείνου τοῦ προδότου καὶ τῶν τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων περί τε τῆς ἀποβολῆς καὶ τῆς ἀποπτώσεως τοῦ παντὸς Ἰουδαίων ἔθνους ταράττεσθαι ὡς φιλάνθρωπος ὑπὲρ αὐτῶν ὁμολογεῖ. διό φησι· καὶ ἡ καρδία μου τετάρακται ἐντός μου . διὰ ταῦτα δὲ καὶ ἐν τοῖς εὐαγγελίοις κατὰ τὸν καιρὸν τοῦ πάθους ἔλεγε· νῦν ἡ ψυχή μου τετάρακται ,καί· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · ἐλύπει γὰρ ὡς εἰκὸς καὶ ἐτάραττεν αὐτὸν ἡ τῶν τοσούτων ἀπώλεια.