Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-8
Not analysed yet
Βοήθησόν μοι, κύριε, ὁ θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου, καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, κύριε, ἐποίησας αὐτήν. Ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει γνωστὴ γέγονεν ἡ χεὶρ τοῦ θεοῦ, τουτέστιν ὁ μονογενὴς αὐτοῦ λόγος, ὃς τέως τοὺς πολλοὺς λανθάνων ἐφανερώθη, ὡς αὐτὸς ἑκὼν ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας καὶ αὐτὸς τὸ ἑαυτοῦ ἀνέστησε σῶμα δεξιὰ καὶ δύναμις ὢν τοῦ πατρός. γνώτωσαν τοίνυν, φησίν, ὅτι ἡ χείρ σου αὕτη, ἣν ὀνειδίζουσι καὶ χλευάζουσι, σοῦ, κύριε, ποιήσαντος αὐτὴν τῷ εὐδοκῆσαι σῶμα αὐτὴν ἀναλαβεῖν· χεὶρ γὰρ τοῦ θεοῦ ἡ ποιητικὴ ἁπάντων δύναμις αὐτοῦ οὐχ ἑτέρα οὖσα τοῦ δι’ οὗ γέγονε τὰ πάντα θεοῦ λόγου.