Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7b
Not analysed yet
Οὐκ ἂν δὲ ἁμάρτοις σκιὰν θανάτου καὶ τὴν εἰδωλολατρίαν λέγων καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν τῆς ἀληθινῆς ζωῆς αἱ χωρίζουσαι ὡς ὁ θάνατος τῆς παρούσης. μείζων δ’ ἂν γένοιτο ἡ εἰς θεὸν εὐχαριστία, ἐπὰν ἐν οἷς πρότερον ἦμεν κακοῖς μνημονεύσαντες ἀφ’ οἵων εἰς ποῖα μετήλθομεν θεασώμεθα καὶ οἵων κατηξιώθημεν ὑπὸ τοῦ θεοῦ ἀγαθῶν. ὁ μέντοι Δαυὶδ καὶ τὴν αἰτίαν παρατίθησιν, δι’ ἣν κακῶς εἴχομεν, καὶ ἐπάγει.