Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-6
Not analysed yet
Καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. Πῶς γὰρ οὐκ ἦμεν ἐν ἀνάγκαις πονηροῖς δαίμοσι καὶ πνεύμασιν ἀκαθάρτοις δεδουλωμένοι ἐν σκότει τε ἀγνωσίας θεοῦ διάγοντες πτωχείᾳ τε ψυχῆς καὶ κλοιοῖς σιδηροῖς κακίας πεπεδημένοι ; ἀλλ’ ὁ φιλάνθρωπος καὶ ἐλεήμων θεὸς ταῖς τῶν ἁγίων αὐτοῦ προφητῶν τε καὶ θεοφιλῶν ἀνδρῶν εὐχαῖς ἐπακούσας βοώντων ὑπὲρ ἡμῶν πρὸς αὐτὸν οὐ μόνον ἐξήγαγεν ἡμᾶς ἐκ τούτων, ἀλλὰ καὶ τὰ δεσμὰ ἡμῶν διέρρηξεν. δηλοῖ δὲ τοῦτο τὴν ἀθρόαν τῶν ἁμαρτιῶν ἄφεσιν, ἧς κατηξίωσεν ἡμᾶς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις.