Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-10
Not analysed yet
Προσθείη κύριος ἐφ’ ὑμᾶς ἐφ’ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Αἱ προσθῆκαι οὐ κατὰ αὔξησιν πλήθους γίνονται, ἀλλὰ καὶ μεγέθους. ἀμέλει προσέθηκε τῷ μὲν ἐκ περιτομῆς λαῷ πάντα τὰ ἔθνη, ταῖς δὲ σαρκικαῖς καὶ αἰσθηταῖς εὐλογίαις, αἷς εὐλογεῖτο ὁ πάλαι λαός, τὰς πνευματικάς. Εὐλογημένοι δὲ τῷ κυρίῳ ἐσμὲν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πεποιηκότι· αὐτὸς γάρ ἐστιν, οὗ τοὺς νόμους φυλάττομεν· ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς τοὺς χρησμοὺς εἶναι, οὓς Μωυσῆς διηκονήσατο, ἀκολούθως ὁ ἱεροφάντης πρὸ τῆς τῶν νόμων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παραδέδωκε, δι’ ἧς διδάσκει ἕνα θεὸν εἶναι, πάντα δὲ τὰ τοῦ κόσμου μέρη καὶ αὐτὸν εἶναι γενητά.