Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-7
Not analysed yet
Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐρανὸν μὲν καὶ τὰ ἐπέκεινα οὐρανοῦ ὡς ἂν βασίλεια τῆς ἑαυτοῦ θεότητος ἑαυτῷ καὶ τοῖς ἀξιοῖς ἀφώρισεν, τὴν δὲ γῆν οὐ τοῖς ἀλόγοις, ἀλλὰ μόνοις ἀνθρώποις ἐχαρίσατο εἰς τοῦτο αὐτὴν προηγουμένως ὑποστησάμενος εἰς τὸ κατοικεῖσθαι ὑπὸ τοῦ κατ’ εἰκόνα θεοῦ γεγενημένου ἀνθρώπου, εἰ καὶ τὰ μάλιστα κατὰ παρακολούθησιν καὶ τὰ λοιπὰ ζῶα τὴν γῆν νέμεται.