Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-16
Not analysed yet
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί. κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὗ ἂν παρέλθω. Ὁ Σύμμαχος ἐξέδωκεν ἀντὶ τοῦ μὴ ἀντανέλῃς τὴν ψυχήν μου· μὴ ἀποκενώσῃς τὴν ψυχήν μου ,τουτέστι μὴ συγχωρήσῃς τὰ ἐν τῇ ψυχῇ μου ἀγαθὰ καὶ τὸν ἀποκείμενον ἐν αὐτῇ θησαυρὸν ἀποκενωθῆναι καὶ συληθῆναι· ταῦτα γὰρ ἔσται μοι, φησίν, εἰ μὴ φυλαχθείην ὑπὸ σοῦ. τότε δὲ ἀπελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, φησίν, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις.