Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-17
Not analysed yet
Ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου. ἐπί σε ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Τοσαῦτα εὐξάμενος ἱκετεύει μήποτε τὰ ὑπὸ τοῦ φθόνου παθεῖν πολλῶν βασκαινόντων τῇ κατὰ θεὸν αὐτοῦ προκοπῇ. διὸ τοὺς ὀφθαλμοὺς ἐπαίρει πρὸς τὸν θεὸν εἰς αὐτὸν μόνον ἐνορῶν καὶ παρ’ αὐτοῦ μόνου τὴν βοήθειαν αἰτούμενος.