Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-19
Not analysed yet
Ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους. οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Καὶ αὐταὶ τοῦ θεοῦ αἱ εὐεργεσίαι εἰς τὸν ὕμνον αὐτοῦ παραλαμβάνονται τῆς ὑπερβαλλούσης φιλανθρωπίας καὶ τῆς χρηστότητος αὐτοῦ περιέχουσαι δείγματα· τὸ γὰρ τοὺς περιπείραντας ἑαυτοὺς ταῖς ἁμαρτίαις καὶ μακρύναντας ἑαυτοῦς αὐτοῦ καὶ διὰ τοῦτο πεσόντας ἀνεγείρειν τοῦ πτώματος καὶ ὑποστηρίζειν μόνης ἔχεται τῆς αὐτοῦ ἀγαθότητος. Διδάσκουσι δὲ καὶ οἱ προφητικοὶ λόγοι ταῦτα. ὁ μέν τις βοῶν· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἄλλοτε δὲ φάσκων· καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον . καὶ πάλιν ἄλλος· ζῶ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ, οἷς ὅμοιόν ἐστι τὸ προκείμενον. Ἀντὶ δὲ τοῦ τοὺς κατερραγμένους ὁ μὲν Σύμμαχος τοὺς κεκαμμένους ἐξέδωκεν, ὁ δὲ Ἀκύλας τοὺς κατακεκομμένους . παρίστησι δὲ ὁ λόγος, ὅτι τούτους ἀνορθοῖ τοὺς μετὰ τὸ πεσεῖν ὑπὸ τῆς μετανοίας ταπεινοῦντας ἑαυτοὺς καὶ ἐκ τῆς ταπεινώσεως συγκεκαμμένους. Εἶθ’ ἑξῆς διδάσκει, ὡς οὐ μόνον ἰατρός ἐστι τῶν πεπτωκότων καὶ θεραπευτὴς τῶν κατερραγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἁπάντων. διὸ καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι καὶ φυσικαῖς τισι καὶ ἀδιδάκτοις ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφορώντων. αὐτός τε οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς καιροῖς ,ἐπιτηδείως ἄλλοτε ἄλλας, χορηγεῖ τοῖς πᾶσι τὴν χεῖρά τε τὴν δημιουργικήν, τουτέστι τὴν δύναμιν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως πᾶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ’ αὐτοῦ δωρουμένων ἀπολαύσεως.