Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-15
Not analysed yet
Δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἀκολούθως εὐεργετικὸν καὶ πανάγαθον εἰς πάντας παραστήσας ὁ λόγος τὸν θεόν, ὡς ἂν μὴ ὑποχαυνώσειε καὶ καταφρονητὸν ἐργάσαιτο, ἐπιστρέφει λέγων αὐτὸν δίκαιον ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.