Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-2
Not analysed yet
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ἀκριβῶς δὲ τὸ πάντων δεσπόζειν εἴρηται, ἀλλ’ οὐ πάντων βασιλεύειν, ἐπεὶ μὴ πάντες ἄξιοι τυγχάνουσι τῆς αὐτοῦ βασιλείας. διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ σωτὴρ ἐπηγγείλατο. δεσπόζει δὲ πάντων καθ’ ἑτέραν ἐπίνοιαν καὶ τῶν ἀναξίων τῆς βασιλείας αὐτοῦ κρατῶν οἷα δὴ πάντων κύριος .