Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-2
Not analysed yet
Τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Τοιαῦτα δ’ ἂν μυρία εὕροις ἐν ταῖς ἱστορίαις· διὰ γὰρ τὴν τοῦ Ἀβραὰμ δικαιοσύνην καὶ διὰ τὴν τοῦ Ἰσαάκ τε καὶ Ἰακὼβ τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσε. τοῦτο γοῦν ὁ λόγος διδάσκει διὰ Μωυσέως εἰπών· μὴ εἴπης· διὰ τὰς δικαιοσύνας μου ἐξελέξατό με κύριος· σὺ γὰρ εἶ λαὸς σκληροτράχηλος· ἀλλὰ διὰ τὸ ἀγαπᾶν τοὺς πατέρας σου .