Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-21
Not analysed yet
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς, νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου, ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. ἐπὶ τὴν τοῦ λογικοῦ ζῴου μεταβαίνει φύσιν προκόπτων ἐπὶ τὰ κρείττω καὶ τὴν διαστολὴν ἀκριβῆ πεποίηται. διελθὼν γὰρ τὰ ἐν ἀνθρώποις ἀξιώματα ἐπὶ τάς ἡλικίας μέτεισι καὶ ταύτας ὥσπερ ἐν χοροῖς ἀφορίσας ἐπὶ τὸν αἶνον ἀθρόως τοὺς πάντας καλεῖ τοῦ θεοῦ. τὴν μὲν οὖν ἀκμάζουσαν ἡλικίαν διαστήσας ὁμοῦ νεανίσκων καὶ παρθένων ἐμνημόνευσε, τὴν δὲ τὰ ἄκρα τῆς ἀνθρωπίνης ζωῆς περιειληφυῖαν πάλιν ὑπὸ μίαν ἄγει τάξιν πρεσβύτας μετὰ παίδων εἰπών.