Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-17
Not analysed yet
Πλὴν ὁ ψαλμὸς πάντα καλέσας εἰς ὕμνον θεοῦ, τὰ ἄνω, τὰ κάτω, νῦν τὸ ἀναγκαῖον τοῦ δεῖν πάντα τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς ἀνυμνεῖν τὸν ἑαυτῶν κύριον παρίστησιν. ἐπειδὴ γάρ, φησίν, ἡ δύναμις αὐτοῦ ἡ παραδοξοποιὸς ἐπὶ γῆς καὶ ἐν οὐρανῷ τὴν ἐνέργειαν τὴν θεϊκὴν ἐπιδείκνυσι καὶ ἐπειδὴ πάντα πληροῖ ἡ τοῦ ὀνόματος αὐτοῦ ἀρετή, ἀναγκαίως πάντα παρίτω ἐπὶ τὸν αἶνον, ἵν’ ὡς πολυχόρδῳ λύρᾳ ἐκ διαφορῶν συνεστώσῃ χορδῶν ὀξειῶν τε καὶ βαρειῶν καὶ ἐπιτεταμένων καὶ μέσων εὖ δ’ ἡρμοσμένων ἁπασῶν τῇ τέχνῃ τῇ μουσικῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ πᾶσα ἡ κτίσις τά τε ταύτης μέρη ἐν διαφόροις τάγμασι καὶ χοροῖς πλείοσι συνεστῶσα μίαν ὑμνῳδίαν καὶ μελῳδίαν τῆς εἰς τὸν παμβασιλέα τῶν ὅλων θεὸν ἐξομολογήσεώς τε καὶ θεολογίας ἀναπέμψειεν.