Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-3
Not analysed yet
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Εἴ τις ἐροῖτο· ὄρη τίνος ἕνεκα ὑπέστη, πετρῶν δὲ τίς ἦν χρεία; μανθανέτω ὅτι καὶ ταῦτα ἀναγκαίως δεδημιούργηται· εἰ γὰρ ἥπλωτο δι’ ὅλου πεδιὰς ἡ γῆ μὴ ἔχουσα ἐν αὐτῇ πέτρας μηδὲ ὄρη, οὐκ ἂν συνέστη τὰ ποικίλα τῶν ζῴων γένη θᾶττον τῶν ἰσχυροτέρων τοῖς ἀσθενεστέροις ἐπιόντων ἀκόπως τε ἀναιρούντων αὐτὰ καὶ κατεσθιόντων. νῦν δὲ ἡ τῶν ὀρῶν σύστασις καὶ μάλιστα τῶν ὑψηλοτάτων ἐλάφοις καὶ τοῖς ὅσα ἕτερα τοιαῦτα καταφυγὴ γέγονε τῷ μηκέτι τὰ πολλὰ τῶν ἀτιθάσσων καὶ σαρκοβόρων θηρίων ὁμοίως ταῖς ἐλάφοις ἐλαύνειν τὸν δρόμον διὰ τῶν ὀρῶν δύνασθαι, ὡς εἴ γε μὴ ὑπῆρχον ὄρη, πάντως που ἐπὶ τὸν ὕπνον ἐρχόμενα τά τε τῶν ἐλάφων γένη καὶ τὰ τούτοις συγγενῆ ζῷα εὐχείρωτα ἦν τοῖς τὴν ἐξ αὐτῶν βορὰν θηρωμένοις. ἀλλὰ καὶ λαγωοῖς ἢ χοιρογρυλλίοις –ἀμφοτέρως γὰρ φαίνεται ἐν τῇ ἀναγνώσει –ποία τίς ἦν ἄλλη καταφυγὴ, εἰ μὴ πέτρα καὶ σπήλαια φωλεοί τε καὶ χηραμοὶ συνέστησαν, εἰς ἃς καταδύναντες αὐτοί τε καὶ τὰ ὅμοια αὐτοῖς πᾶν τὸ ἐλαῦνον διαδιδράσκουσι διὰ σμικρότητα ἐν ταῖς καταδύσεσι τῶν πετρῶν κρυπτόμενα, ἔνθα οὐκέτι τοῖς ἰσχύϊ καὶ μεγέθει σώματος πλεονεκτοῦσι δυνατὸν εἰσδύνειν. οὕτως ἄρα καὶ πετρῶν καὶ ὀρῶν χρήσιμος καὶ ἀναγκαία γέγονεν ἡ σύστασις οὐκ ἂν τούτων δίχα δυνηθέντων βιῶναι τῶν ἐπὶ γῆς ζῴων. ὁρᾶς ὡς καὶ τὸ ἀνθρώπινον γένος οὐκ ἄλλως διαφυγεῖν τὴν ἀπὸ τῶν θηρίων ἐπιβουλὴν δεδύνηται ἢ περιβόλους καὶ τείχη καὶ οἰκίας ἑαυτῷ κατασκευασάμενον.