Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-3
Not analysed yet
Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν εἰς τὸ πιανθεῖσαν ἐκ τῆς τῶν ὑδάτων ἐπιχορηγίας τὴν γῆν ἐξανατέλλειν τοῖς ἐπ’ αὐτῆς ἅπασι τὰς ἐπιτηδείους τροφάς, ἀνθρώπῳ μὲν ἅτε εὐγενεῖ ζῴῳ καὶ ὑπὸ τοῦ θεοῦ τετιμημένῳ ἐξαίρετον καὶ ἀφωρισμένην τροφήν, ἄρτον καὶ οἶνον καὶ ἔλαιον, ἄρτον μὲν ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχήν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα καὶ ἁπαλύνεσθαι θεραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπόλαυσιν οἷα πατὴρ ὁ θεὸς ἐδωρήσατο. οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζῴων κατωλιγώρησεν ἐπιμελείας, φροντίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν καὶ τούτοις ἀπένειμε τροφήν, χόρτον μὲν τοῖς κτήνεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας. σφόδρα δὲ ἀκριβῶς καὶ τὴν τούτων πεποίηται διαίρεσιν κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφάγον ζῷον ὀνομάσας, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῷα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρισμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συγγεωργοῦντα ἀνθρώπῳ, τὰ δὲ ἀχθοφορεῖ, τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται, ἃ οἰκείως καὶ προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησίν, τουτέστι τὴν ὑπ’ ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν, τοῖς δ’ ἄλλοις κτήνεσι τὴν αὐτομάτως βλαστῶσαν. δύναται δὲ καὶ ἀμφότερα, ἥ τε πόα καὶ ὁ χόρτος ,ὁμοῦ καὶ τοῖς κτήνεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων τροφὴ δεδόσθαι. οὔτε δὲ θηρίων ἐν τούτοις οὔτε ἑρπετῶν ἐμνημόνευσε διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρκοβόρα, τὰ δ’ ἑρπετὰ αὐτῇ τῇ γῇ κέχρηται τροφῇ.