Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-5
Not analysed yet
Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ. καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Μνημονεῦσαι δέον τῶν ἐν Αἰγύπτῳ καὶ τῶν ἐπὶ τῆς Ἐρυθρᾶς Θαλάσσης καὶ προσδοκῆσαι τί μέγα, ὅτε ἐν τῇ ἐρήμῳ ἐκλελοίπει αὐτοῖς ἡ τροφή. οἱ δὲ οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, ἀλλὰ προλαβόντες ἐπείρασαν τὸν θεὸν πάλιν καταλαλήσαντες ἐν τῇ ἐρήμῳ, ὅτε ἐπεθύμησαν ἐπιθυμίαν φήσαντες· ἐμνήσθημεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ . οὐ μὴν ὁ θεὸς οὐδ’ ἐπὶ τούτῳ ἀλλότριόν τι τοῦ οἰκείου ἐλέους ἐβουλεύσατο, ἀλλ’ ὡς ἀγαθὸς καὶ χρηστὸς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν δοὺς αὐτοῖς τὴν ὀρτυγομήτραν .