Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.18
Not analysed yet
Τούτοις ἐπιλέγεται τό· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου ἐν τῷ λούσασθαι καὶ τὰ λοιπὰ διαπράξασθαι κατὰ τὸν ἀποδοθέντα τρόπον, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. ἔνθ’ ὁ λόγος ὡς μὲν πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολὴν ἢ τὸν ἐπουράνιον σπόρον λέγεται παραδέχεσθαι. καὶ τότε μὲν ἀποπνίγειν καὶ ἀπολλύειν διαφόρως τὸν ἐν αὐτῇ καταβαλλόμενον λόγον, τότε δὲ καρποὺς εὐθαλεῖς ἀποδιδόναι ἐν τριάκοντα ἢ ἑξήκοντα ἢ ἑκατὸν καρποφορίαις, ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατὰ ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτοῖς ἐν οὐρανῷ βασιλείᾳ καὶ ἐν ἐπουρανίῳ γῇ, περὶ ἧς ἐν Εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. ἐπὶ ταύτης γοῦν τῆς οὐρανίου γῆς τὰ ὄντως ἀγαθὰ τυγχάνει· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. ἔνθα καὶ ἡ ἐπουράνιος νοεῖται Ἰερουσαλήμ. Πεισθεῖσιν μὲν οὖν ταῦτα ὁ λόγος ἐπαγγέλλεται, ἀπειθοῦσι δὲ ἀπειλεῖ λέγων· ἐὰν μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. πρὸς μὲν οὖν τὴν λέξιν αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· οἱ γοῦν μὴ ἐπακούσαντες τῇ σωτηρίῳ χάριτι αὐτοῖς ἄρχουσι καὶ αὐτῷ λαῷ τοῦ Ἰουδαίων ἔθνους παραχρῆμα καὶ οὐκ εἰς μακρὸν τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν, ἐπελθόντων αὐτοῖς Ῥωμαίων καὶ πολέμου νόμῳ τοὺς πάντας χειρωσαμένων. εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα, καὶ ταύτῃ ἔκδοτοι γεγόνασιν διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Χριστοῦ χάριτος.