Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.19
Not analysed yet
Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις, ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην, τοῦτ’ ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους Δαυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι πόλιν Δαυὶδ τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης, νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί. καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ’ ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον ,δηλαδὴ ὁ Ἰουδαϊκὸς λόγος μυθικός τις ὢν καὶ γραώδης καὶ διὰ τοῦτο ἀπόβλητος. καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν καπηλεύοντες τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως.