Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.25
Not analysed yet
Τὴν ἰσχὺν αὐτῶν φησιν ἔσεσθαι ὡς καλάμην οὐ σίτου οὐδέ τινος ἑτέρου τῶν ἀναγκαίων, ἀλλ’ ὡς στιππύου καλάμην διὰ τὸ ἀφῃρῆσθαι ἀπ’ αὐτῶν ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα . διὸ οὐδὲ δύνανται λέγειν τοῖς Χριστοῦ μαθηταῖς ὁμοίως· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, καί· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία καὶ τὰ ἑξῆς. οὕτω γὰρ γέγονεν αὐτῶν ἡ ἰσχὺς ὡς καλάμη στιππύου, ὡς μὴ μόνον ἀπολέσαι τὴν ἐλευθερίαν, ἐν ᾗ πρότερον ἐκόμων αὐτονομίᾳ καὶ βασιλείᾳ οἰκείᾳ χρώμενοι, ἀλλὰ καὶ τοῖς τυχοῦσιν Ῥωμαίων στρατιωτικοῖς ἀνδράσιν δουλεύειν. καὶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες γεγόνασιν, ἐπειδήπερ αἱ πράξεις αὐτῶν αἴτιαι πυρὸς γίγνονται, ἅτε οὐ χρυσὸν οὔτε ἄργυρον οὔτε λίθους τιμίους, ξύλα δὲ μόνον καὶ χόρτον καὶ καλάμην οἰκοδομούντων. διὸ ἐπιλέγεται τούτοις ἅπασι· καὶ κατακαυθήσονται ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. ὁρᾷς ὅπως πυρπόλησιν καὶ ἐμπρησμὸν αὐτοῖς ἀπειλεῖ ὁ λόγος. καὶ τοῦτο τέλος τῆς παρούσης κατ’ αὐτῶν προφητείας· ὃ δὴ καὶ πρὸς λέξιν ἀπέβη παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν πυρποληθείσης τῆς μητροπόλεως, τῶν τε ἐν αὐτῇ ἀσεβῶν ἐκ τῶν οἰκείων σπινθήρων τὸ ἄσβεστον πῦρ τὸ αἰώνιον καὶ τὴν ἐκ θεοῦ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς ἑαυτοῖς ταμιευσαμένων.