Ancient Greek · ~7 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.26
Not analysed yet
Ἀκολούθως μετὰ τὴν κατηγορίαν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ μετὰ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει τὸ προφητικὸν πνεῦμα θεσπίζον τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῶν ἐθνῶν. εἶθ’ ἑξῆς τούτοις καινοῦ νόμου καὶ λόγου μέμνηται καὶ ὄρους καινοῦ καὶ οἴκου θεοῦ, ἐφ’ ἃ ἥξειν ποτὲ τὰ ἀλλόφυλά φησιν ἔθνη, τοὺς μὲν πατρῴους καταλιπόντα θεούς, τὸν δὲ θεὸν τῶν προφητῶν τὸν παρ’ αὐτοῖς θεὸν Ἰακὼβ χρηματίζοντα γνωσόμενα. σημεῖον δὲ ἐναργέστατον δίδωσιν τοῦ καιροῦ, καθ’ ὃν ἤμελλεν ταῦτα ἐπιτελεῖσθαι· τὸ δὲ σημεῖον εἰρήνην ἔσεσθαι τὸ τηνικαῦτα τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, ὡς μηκέτι τοπαρχίας εἶναι καὶ πολυαρχίας μηδὲ τὰ ἔθνη διαιρεῖσθαι στασιάζοντα πρὸς ἄλληλα μηδὲ τὰς καθ’ ἕκαστον ἔθνος πόλεις ἀλλήλαις πολεμεῖν καὶ μάχεσθαι, ὁμονοεῖν δὲ καὶ εἰρηνεύειν ἁπανταχοῦ πάντα ὡς μηκέτι κατὰ τὸ παλαιὸν τοὺς τὴν γῆν ἐργαζομένους ξίφων καὶ πολεμικῶν ὀργάνων πρόνοιαν ποιεῖσθαι, ὃ δὴ πρότερον ἔπραττον διὰ τὰς συνήθεις τῶν πλησιοχώρων ἐπαναστάσεις. ἄντικρυς δὲ καὶ ταῦτα ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν· οὐκ ἂν οὖν εὕροι τις ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν αὐτὴν καιρῶν εὐσταθῆ καὶ εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους ὀφθαλμοῖς ὁρῶμεν, ἐπιμιξίας οὔσης τῶν ἐθνῶν καὶ εἰρήνης ἁπανταχοῦ κατ’ ἀγροὺς καὶ κατὰ πόλεις, ὡς τὸν καινὸν νόμον καὶ τὸν εὐαγγελικὸν λόγον ἀρξάμενον ἀπὸ τῆς τῶν Ἰουδαίων χώρας καὶ ἀπ’ αὐτῆς τῆς Σιὼν ἀκωλύτως ἐπελθεῖν τὴν οἰκουμένην καὶ σύμπαντα τὰ ἔθνη πληρῶσαι. εἰκότως οὖν ὥσπερ καινῆς ὑποθέσεως ἀπαρχόμενον τὸ προφητικὸν πνεῦμα διαστολῇ κέχρηται μετὰ τὴν πρώτην κατηγορίαν καὶ τὴν κατὰ τοῦ Ἰουδαίων ἔθνους ἀπόφασιν, ἐξ ἑτέρας τε ἀρχῆς ὥσπερ εὐαγγελίου ἀπερχόμενον εἰσάγει τὸν τοῦ θεοῦ λόγον γενόμενον πρὸς Ἠσαΐαν. οὗτος δὲ ἦν ἐκεῖνος, οὗ καὶ τὸ Εὐαγγέλιον μέμνηται φῆσαν· ἐν ἀρχῇ ἦν ὁ λόγος· ἔδει γὰρ κλήσεως ἐθνῶν θεσπιζομένης τὸν θεὸν λόγον προτάττεσθαι εὐαγγελιζόμενον τὰ προκείμενα τοῖς ἔθνεσιν.