Ancient Greek · ~5 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.28
Not analysed yet
Ἡγοῦμαι καὶ τὰ προκείμενα πεπληρῶσθαι καθ’ ἕνα τε τρόπον ἐπὶ τῆς Ῥωμαίων κατὰ τοῦ Ἰουδαίων ἔθνους ἐφόδου, καθ’ ἣν δῃουμένης τῆς χώρας φεύγοντες ἀπὸ προσώπου τῶν πολεμίων εἰς τὰς πέτρας ἐν τοῖς σπηλαίοις ἀποκρύπτονται διὰ τὴν ἀπὸ τοῦ θεοῦ αὐτοῖς ἐπικειμένην ὀργήν. τότε δὲ καὶ οἱ ὑπερήφανοι ἐταπεινοῦντο, ἀλλὰ καὶ οἱ ἐπὶ πλούτῳ γαυριῶντες πρότερον τότε μηθὲν ὄντες ἠλέγχοντο καταλαβούσης αὐτοὺς τῆς τοῦ κυρίου ἡμέρας, λέγω δὲ τοῦ Χριστοῦ τῆς ἐκδικήσεως, ἐν ᾧ οὐ μόνον τοὺς ὑπερηφάνους καὶ ἐπηρμένους ἄνδρας ἡ τοῦ κυρίου μετήρχετο ἡμέρα, ἀλλὰ καὶ τὰ τῆς χώρας κάλλη τῶν πολεμίων τὰ πάντα δῃούντων καὶ ἀφανιζόντων ὡς καὶ πύργους καταβαλεῖν καὶ τείχη καθαιρεῖν καὶ τὰ ὑψηλὰ πάντα συγκόπτειν. εἰ δὲ καὶ πραγματείαις ἐχρῶντο ταῖς διὰ θαλάσσης τινὲς καὶ τούτων τὰς ναῦς ἀπελάμβανον οἱ πολέμιοι, πανταχόθεν γοῦν τότε ἐταπείνουν καὶ διήρπαζον τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ μὴ τῷ προφήτῃ παρακαλοῦντι καὶ λέγοντι· δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου, παρέσχον ἑαυτοὺς πειθηνίους. προλέγει δὲ ταῦτα ὁ προφήτης μαρτυρόμενος τὴν μέλλουσαν αὐτοὺς καταλήψεσθαι ὀργήν, εἰ μὴ παραδέξοιντο φῶς κυρίου. κατὰ τὸ αὐτὸ δὲ θεσπίζει καθαίρεσιν ἔσεσθαι τῆς ἐν ἀνθρώποις εἰδωλολατρίας, μόνον δὲ παρὰ τοῖς πᾶσιν ὑψοῦσθαι τὸν κύριον παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ θεοῦ ταπεινουμένου.