Ancient Greek · ~8 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.27a
Not analysed yet
Παραινέσας ὁ προφήτης τῷ λαῷ καὶ εἰπών· δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου μέχρι τούτου ἵσταται τὰ ἑξῆς ἐπιλεγόμενα οὐκέτι πρὸς τὸν λαὸν διεξερχόμενος, ἀλλ’ αὐτῷ λέγων τῷ κυρίῳ. ἀντὶ τοῦ· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ, ὁ Ἀκύλας ὅτι εἴασας λαόν σου οἶκον Ἰακὼβ ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· ἀπέρριψας. εἶθ’ ἑξῆς σημεῖα τοῦ ἀνεῖσθαι τὸν λαὸν παρίστησι λέγων, ὥσπερ τὸ παλαιὸν ἀλλόφυλοί τινες Ἀμορραῖοι καὶ Εὐαῖοι καὶ Ἰεβουσαῖοι τὰ πάνδεινα ἔπραττον οἰκοῦντες τὸν τόπον, καθ’ οὓς κληδόνων καὶ μαντειῶν καὶ πάσης εἰδωλολατρίας ἐπεπλήρωτο αὐτῶν ἡ χώρα, οὗ ἡ χώρα τοῦ οἴκου Ἰακὼβ ἀλλοφύλων οἰκητόρων πληρωθήσεται καὶ τέκνα ἀλλόφυλα γενήσεται αὐτοῖς καὶ ἐμπλησθήσεται ἡ χώρα ἡ πάλαι τοῦ θεοῦ χρηματίζουσα στρατιωτικῶν ἀνδρῶν, οὓς αἰνίττεται διὰ τοῦ πλήθους τῶν ἵππων καὶ τῶν ἁρμάτων. ἔτι δὲ τὴν χώραν αὐτῶν πληρωθήσεσθαί φησι τῶν περὶ χρυσὸν καὶ ἄργυρον ἀσχολούμενον, ἔτι πρὸς τούτοις πλησθήσεσθαί φησι βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν· τίνων δὲ αὐτῶν, ἀλλ’ ἢ τῶν ἀλλοφύλων οἰκητόρων, οἳ καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν; ταῦτα πάντα σημαντικὰ τυγχάνει ἀλλοφύλων ἐθνῶν καὶ εἰδωλολατρῶν μελλόντων οἰκεῖν αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν χώραν. ἃ δὴ ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, καὶ μετὰ τὸν λόγον τὸν εὐαγγελικὸν τὸν φωτίσαντα πάντα τὰ ἔθνη. ἐπειδὴ μὴ ὑπήκουσαν τοῦ κεκληκότος αὐτοὺς προφήτου εἰρηκότος· Δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου, παραδοθέντων Ἰουδαίων τῇ Ῥωμαίων ἐξουσίᾳ, ἐφ’ οἷς ἀλγῶν τὴν ψυχὴν ὁ προφήτης ἀναφωνεῖ πρὸς αὐτὸν λέγων τὸν κύριον· ἀνῆκες τὸν λαόν σου τὸν οἶκον τοῦ Ἰακώβ. εἶτα παρίστησι τεκμήρια, δι’ ὧν δείκνυται ἀνεθεὶς ὁ λαὸς καὶ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ κυρίου ἐκτὸς τὴν χώραν αὐτῶν ἀλλογενέσιν ἔθνεσιν ἐκδεδόσθαι, ὧν τὰς ἀσεβείας καταριθμησάμενος λέγει πρὸς αὐτὸν πάλιν ἀναφωνῶν τὸν κύριον· καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ· καὶ οὐ μὴ ἀνήσω αὐτούς, ὁ μὲν Ἀκύλας καὶ μὴ ἄρῃς αὐτοῖς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος· καὶ μὴ ἀφῇς αὐτοῖς. ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι· οὐ γὰρ ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. ταῦτα περὶ τῶν εἰρημένων τῶν τὴν Ἰερουσαλὴμ πολεμησάντων καὶ πληρωσάντων στρατιωτικῆς δυνάμεως καὶ πάσης εἰδωλολατρίας ἐπήγαγεν.