Ancient Greek · ~14 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.29.1
Not analysed yet
Τὰ μὲν προλεχθέντα περὶ τῆς ἡμέρας τῆς ἐκδικήσεως εἴρηται, τὰ δὲ προκείμενα ἐξ ἑτέρας ἀρχῆς περιαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τοῦ θεοῦ χαρισμάτων, ἅ φησιν ἀρθήσεσθαι ἀπ’ αὐτῶν, οὔτε διὰ εἰδωλολατρίας οὔτε διά τινας ἑτέρας πράξεις, διὰ δὲ μίαν βουλὴν ἄθεον ἀληθῶς καὶ ἀσεβῆ καὶ πονηρὰν τὴν κατὰ τοῦ κυρίου. θέα γοῦν ὅπως μετὰ πάσας τὰς κατ’ αὐτῶν ἀπειλὰς ἐπάγει λέγων· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τὸ γὰρ αἴτιον τῶν ἀπειλουμένων ἁπάντων τοῦτο ἦν. καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. διὸ ἀφελεῖ φησι κύριος ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἢ κατὰ τὸν Ἀκύλαν ἔρεισμα καὶ ἐρεισμόν, ἢ κατὰ τὸν Σύμμαχον· στήριγμα καὶ στηριγμόν. ὅπερ νοήσεις τὸν ἀποστολικὸν λόγον, ὃς τοὺς βίῳ τῷ κατὰ θεὸν ἐμπρέποντας στύλους καὶ ἑδραίωμα ὠνόμασε· πάντως γάρ που καὶ παρὰ τῷ προτέρῳ λαῷ ἦσάν τινες ὥσπερ ἑδραιώματα καὶ στηρίγματα τοῦ παντὸς αὐτῶν ἔθνους, οὓς ἀρθήσεσθαι ἀπ’ αὐτῶν ὁ λόγος ἀπειλεῖ, ἔπειτα οὐκ ἄρτον οὐδὲ ὕδωρ, ἀλλὰ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. καὶ τοῦτο δὲ νοήσεις ἀπὸ ἑτέρου προφήτου φήσαντος· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. ἔστιν οὖν ψυχῆς ἄρτος θρεπτικός τις λόγος καὶ ποτὸν ὡσαύτως λογικόν, ὧν εἰ καὶ νομίζουσιν Ἰουδαῖοι μετειληφέναι ἐν τῷ τὰς θείας μετέρχεσθαι γραφὰς καὶ περὶ τὰς ἐκμαθήσεις καὶ ἐπαγγελίας αὐτῶν φιλοκαλεῖν, ἀλλά γε τὴν ἰσχὺν τῶν θρεπτικῶν λόγων καὶ τὸ θρεπτικὸν τῆς ζωοποιοῦ πηγῆς οὐκ ἂν εὕροις παρ’ αὐτοῖς. καὶ γίγαντα δὲ καὶ ἰσχύοντα καὶ ἄνθρωπον στοχαστὴν ἀφαιρεθήσεσθαι αὐτῶν ἀπειλεῖ· γίγαντα οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ ὠνόμασαν. ἀντὶ δὲ τούτου ὁ μὲν Ἀκύλας δυνατόν, ὁ δὲ Σύμμαχος ἀνδρεῖον, ὁ δὲ Θεοδοτίων δυνάστην ἐκδέδωκαν. καὶ δυνάστην οὖν καὶ δυνατὸν καὶ ἔτι πρὸς τούτοις καὶ ἄνδρα πολεμιστὴν καὶ δικαστήν, ἀνθ’ οὗ οἱ λοιποὶ πεποιήκασι κριτήν, καὶ ἐπὶ πᾶσιν προφήτην καὶ στοχαστὴν περιαιρεθήσεσθαι ἀπειλεῖ. καὶ ἐκ τούτων δὲ οἶμαι ἀναμφιλέκτως συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι· εἰ γοῦν τις θελήσειεν βιασάμενος κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου ἢ κατὰ τοὺς τῆς Βαβυλωνίων πολιορκίας ταῦτα φάναι γεγονέναι, ψευδῆ δοξάζων ἐλεγχθήσεται· συνῆσαν γὰρ αὐτοῖς τότε πλεῖστοι προφῆται ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ πρὸ τῆς πολιορκίας καὶ κατὰ τὴν πολιορκίαν, ἐπ’ αὐτῆς τε τῆς Βαβυλωνίας καὶ μετὰ τὴν ἐνθένδε ἐπάνοδον ἦσαν δὲ καὶ δικασταὶ παρ’ αὐτοῖς οἱ κρίνοντες τὸν λαόν. ἐν αὐτῇ γοῦν τῇ Βαβυλῶνι Δανιὴλ ἔκρινεν τοὺς πρεσβυτέρους, καὶ μετὰ τὴν ἐπάνοδον Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ καθηγήσαντο τοῦ λαοῦ καὶ ἔτι τοῖς χρόνοις μεταγενέστεροι Ἔσδρας καὶ Νεεμίας καὶ πρεσβύτεροι δὲ συνέσει καὶ σοφίᾳ τετιμημένοι ἐκόσμουν τὸ ἔθνος αὐτῶν. τότε εὑρήσεις καὶ πολεμιστὰς διαφανεῖς παρ’ αὐτοῖς γενομένους κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων, ἐν οἷς πάντως ἦσαν καὶ πεντηκόνταρχοι ἐν τῇ στρατιωτικῇ τάξει. εἰκός τε δὲ καὶ θαυμαστοὺς συμβούλους παρ’ αὐτοῖς γεγονέναι σοφούς τε λόγων καὶ ἀρχιτέκτονας. ἦσαν δὲ καὶ συνετοὶ ἀκροαταὶ παρ’ αὐτοῖς, οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρινον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες καὶ τοῦτο πράττοντες πνεύματι κριτικῷ. τὸ μὲν οὖν παλαιὸν ταῦτα πάντα παρὰ τῷ Ἰουδαίων ἔθνει ἤκμαζεν, ἀθρόως δὲ ἐξέλιπε καὶ ἀφῃρέθη κατὰ τὴν προφητείαν ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας, ὁμοῦ τὰ πάντα οὐκ ἄλλοτε ἢ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν.