Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.29a
Not analysed yet
Ἐκπεσόντες δὲ τῶν προλεχθέντων πάντων οἱ ὑπὸ τῆς προφητείας κατηγορούμενοι ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρχουσι παρεδόθησαν. τὸ δ’ αἴτιον τούτων ἁπάντων ὁ λόγος διδάξει αὖθις οὐκ εἰδωλολατρίαν αὐτῶν κατηγόρων, ἀλλὰ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες Δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, καὶ ὅτι αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἠπείθουν, ἀνθ’ οὗ ὁ Σύμμαχος· αἱ γλῶσσαι αὐτῶν καὶ τὰ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον πρὸς τὸ παραπικραίνειν, ὁ δὲ Ἀκύλας · ὅτι γλῶσσα αὐτῶν καὶ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον προσερίζοντες, ὁρᾷς τὸ αἴτιον διὸ ἀφῃρέθη αὐτῶν τὰ προλεχθέντα. καὶ γὰρ τὰς ἑαυτῶν ἠκόνησαν γλώττας κατὰ τοῦ κυρίου, ὁπηνίκα τὰς ἀσεβεῖς ἠφίεσαν φωνὰς λέγοντες· αἶρε αἶρε αὐτόν, τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· τότε γὰρ ἀληθῶς ἡ γλῶσσα αὐτῶν καὶ τὰ ἐπιτηδεύματα κατὰ τοῦ κυρίου γέγονεν εἰς τὸ παραπικράναι αὐτόν . διὸ ἑξῆς διασαφῶν τὴν διάνοιαν ἐπιλέγει· τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες Δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. καὶ τοῦτ’ ἦν ἄρα τὸ αἴτιον τοῦ περιαιρεῖσθαι τὰ πάλαι διαλάμποντα τοῦ θεοῦ χαρίσματα. τίς δὲ ὁρῶν τοὺς παρὰ Ἰουδαίοις ὀνομαζομένους πατριάρχας, νεανίσκους ἀληθῶς, οὐ τὴν τοῦ σώματος ἡλικίαν μόνον, ἀλλὰ καὶ τὰς ψυχὰς ἀτελεῖς καὶ ἐνδεεῖς φρενῶν, τούς τε λοιποὺς αὐτῶν διδασκάλους οὐκ ἂν εἴποι ἐμπαίκτας εἶναι, καὶ οὓς ἡ προφητεία ἐδήλου; ἀλλὰ καὶ ὁ λαὸς συμπέπτωκεν, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει δὲ τὸ παιδίον πρὸς τὸν πρεσβύτερον καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. μηδεμιᾶς τάξεως οὔσης μηδὲ λόγου θεοῦ ἐν αὐτοῖς πολιτευομένου εἰς τοσαύτην δὲ πενίαν καὶ φρενῶν ἔνδειαν ἐλάσειν αὐτούς φησιν, ὡς μηδὲ ἱματίου μηδὲ ἄρτου εὐπορεῖν· ἱματίου μὲν εὐσχήμονος καὶ κοσμίου λόγου τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην, ἄρτου δὲ τοῦ τῆς διανοίας θρεπτικοῦ λόγου. διό φησιν· ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον. εἶτα τὴν ἐρημίαν τῆς χώρας καὶ τὴν παντελῆ τῆς Ἰερουσαλὴμ ἀπόπτωσιν σημαίνει ἐπιφέρων ἑξῆς· ἀνεῖται Ἰερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν. ἡ δ’ αἰτία προλέλεκται· διὰ γὰρ τὰς γλώσσας αὐτῶν, δι’ ὧν παρεπίκραναν τὸν θεὸν καὶ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν τὴν κατὰ τῆς ἑαυτῶν ψυχῆς, μᾶλλον ἢ κατὰ τοῦ βουλευσαμένου γενομένην ταῦτα πεπόνθασιν. διὸ τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται καὶ οὐαὶ γέγονεν τῷ ἀνόμῳ λαῷ, ἐπειδὴ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πονηρὰ ὄντα συμβήσεται αὐτῷ· ὁποῖα γάρ τις ἂν σπείρῃ, τοιαῦτα καὶ θερίσει.