Ancient Greek · ~24 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.32.1
Not analysed yet
Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεός. ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον καὶ τὰ πρῶτα ἔσεσθαι καὶ τὰ προκείμενα διδάσκει, ἀλλ’ ἐκεῖνα μὲν ἦν σκυθρωπά, τὰ δὲ παρόντα χρηστότερα. πῶς οὖν οἷόν τε ἦν καὶ τὰ τῆς χρηστῆς ἐπαγγελίας, ὑφ’ ἕνα χρόνον εἰς τοὺς αὐτοὺς ἀποπληροῦσθαι; τὸ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ αὐτοῦ Χριστοῦ τυγχάνει σημαντικόν, ἐν ᾧ καὶ τὰ προλεχθέντα γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. ἀνθ’ οὗ ὁ Σύμμαχος πεποίηκεν· ἔσται ἀνατολὴ κύριος εἰς δύναμιν καὶ δόξαν τῆς γῆς καὶ ὑπεροχή. ἀλλ’ εἰ μὲν ἑξῆς ἐπῆγεν τῷ παντὶ λαῷ τὰς χρηστὰς ἐπαγγελίας ἔδοξεν ἐναντιώματα περιέχειν ὁ λόγος, νυνὶ δὲ οὐ παντὶ τῷ ἔθνει, ἀλλὰ μόνῳ τῷ ἐξ αὐτοῦ καταλειφθέντι ἐπάγγελται· ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ἀνυψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν ἐν Ἰερουσαλήμ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Ἰερουσαλὴμ ἅγιοι κληθήσονται. οὗτοι δὲ ἦσαν αὐτοί, οἳ διὰ τῆς προτέρας προφητείας δεδηλωμένοι διὰ τοῦ σπέρματος τοῦ καταλειφθέντος, περὶ οὗ ἐλέγετο· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. δι’ ὧν παρίστη τοὺς ἀπὸ Ἰουδαίων εἰς τὸν Χριστὸν πεπιστευκότας, ἐν οἷς ὑπῆρχον οἱ ἀπόστολοι οἱ τὰ λογικὰ καὶ ἐπουράνια σπέρματα εἰς πάντα κατασπείροντες τὰ ἔθνη. περὶ τούτων τοιγαροῦν καὶ ἡ παροῦσα προφητεία τὰ προκείμενα θεσπίζει λέγουσα· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δηλαδὴ ἐν τῷ καιρῷ τῆς ἀποβολῆς ἐκείνων, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, οἱ ἅγιοι κληθέντες καὶ ἐγγραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ. καὶ ἔστιν γε καὶ ἔργῳ παραλαβεῖν ὅπως οἱ πρῶτοι οἱ ἐκ τοῦ Ἰσραὴλ εἰς τὸν Χριστὸν πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἐδοξάσθησαν καὶ ὑψώθησαν, ὡς πανταχοῦ γῆς καὶ καθ’ ὅλης τῆς οἰκουμένης ἐπιφανεῖς αὐτοὺς γενέσθαι, εἰσέτι τε καὶ νῦν παρὰ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, δοξάζεσθαι αὐτῶν καὶ τοὔνομα καὶ τὴν διδασκαλίαν. μόνοι οὗτοι ἅγιοι κληθήσονται οἱ καταξιωθέντες γραφῆναι εἰς τὴν αἰώνιον ζωὴν τῆς ἐπουρανίου Ἰερουσαλήμ · τούτοις παράθες τοῦ σωτῆρος ἡμῶν τὴν πρὸς τοὺς ἀποστόλους φωνήν, δι’ ἧς εἴρηται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Πῶς δὲ ἄξιοι τούτων ἔσονται, διασαφεῖ ἑξῆς λέγων τό· ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, σαφῶς τὸ λουτρὸν τῆς παλιγγενεσίας δηλῶν ,ὃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου λέγων· λούσασθε, καθαροὶ γένεσθε ,καὶ νῦν ἐπαγγέλλεται. ἐν πνεύματι δὲ καύσεως τοῦ ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ οὐδὲν ἂν διαφέροι. ῥύπον δὲ ψυχῶν φησιν, ὃν ἐρυπάνθησαν μολυνθεῖσαι ἀπὸ τοῦ αἵματος, οὗ καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος ἐμνημόνευσεν εἰπών· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. ὃ δὴ καὶ αἷμα Ἰερουσαλὴμ ἐπὶ τοῦ παρόντος ὀνομάζει φήσας· ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα ἐκκαθαριεῖ. ποίαις δὲ θυγατράσι Σιὼν ἢ ταῖς ἀρτίως διὰ τῆς ἔμπροσθεν περικοπῆς κατηγορηθείσαις ἐν τῷ λέγεσθαι· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ τὰ τούτοις ἑπόμενα. λέγει δὲ ταῦτα περὶ τῶν κεκοινωνηκότων μὲν τῇ κατὰ τοῦ σωτῆρος μιαιφονίᾳ, μικρὸν δὲ ὕστερον μεταβαλόντων καὶ γνωρισάντων αὐτοῦ τὸ εὐαγγέλιον, ὁποῖος ἦν ὁ Παῦλος λυμαινόμενος μὲν πρότερον τὴν ἐκκλησίαν τοῦ θεοῦ, συνευδοκῶν τε τῇ ἀναιρέσει Στεφάνου, πάντως δέ που καὶ τῷ αἵματι τοῦ σωτῆρος, μεταβαλὼν δὲ ὕστερον καὶ βαπτισθεὶς ἐν πνεύματι δὲ κρίσεως. λέγονται πάντες οὗτοι οἱ Παύλῳ παραπλησίως ἐκπλυνόμενοι καθαρισθήσεσθαι· μετὰ γὰρ κρίματος σωθήσεσθαι ἤμελλον καὶ μετὰ δικαιοσύνης, ἀλλὰ καὶ ἐν πνεύματι καύσεως. θέα δὲ εἰ μὴ σφόδρα σύμφωνός ἐστιν ὁ παρὼν λόγος τῇ εὐαγγελικῇ μαρτυρίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν, ἣ ἐδίδασκε λέγουσα· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· τὸ γὰρ ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως τοῦ ἐν πνεύματι ἁγίῳ καὶ πυρί οὐδὲν διαφέρει. οἱ γὰρ πυρωτικοὶ λόγοι καθαπτόμενοι αὐτῶν κάθαρσιν αὐτοῖς ἐνεποίουν τῶν ἁμαρτημάτων. καὶ ὁ σωτὴρ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ βαπτίσειν λέγεται οὐχ ὕδατι ἀλλ’ ἐν πνεύματι ἁγίῳ καὶ πυρί· τοῦτο γὰρ ἐδίδαξεν ὁ Ἰωάννης περὶ μὲν ἑαυτοῦ εἰπών· ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι ,περὶ δὲ τοῦ σωτῆρος· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί . Τούτοις ἐπιλέγει· καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος ἐν Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας· τίς δὲ ἥξει, προφήτης ἕτερος παραστήσει εἰπών· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ὁ φήσας· ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ, ἐλθών τε τὰ ἐπιλεγόμενα πληρώσει. ἀντὶ δὲ τοῦ· ἥξει, τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ καὶ κτίσει κύριος πάντα τόπον ὄρους Σιὼν εἰρήκασιν, καινὴν κτίσιν τὴν τῆς ἐκκλησίας τοῦ θεοῦ τῆς εἰς πάντα τόπον τεθεμελιωμένην δηλοῦντες. καὶ νῦν δὲ ὄρος Σιὼν ὁ εὐαγγελικὸς ὠνόμασται λόγος, ἐφ’ ὃν ἡ καινὴ κατεσκευάσθη κτίσις ,οὐχ ὑπὸ ἀνθρώπου τινὸς ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ κυρίου τοῦ καὶ φήσαντος· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, ἧς τὰ περικύκλῳ φησὶ σκιάσειν νεφέλην καὶ ὡς πυρὸς φωτὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασθήσεται. νοήσομεν δὲ τοῦτο ἐπὶ τὴν παρὰ Μωσεῖ ἀναδραμόντες ἱστορίαν, ἐν ᾗ λέλεκται ἡμέρας μὲν ἐν στύλῳ νεφέλης προπορεύεσθαι αὐτῶν τὸν Χριστόν, νυκτὸς δὲ ἐν στύλῳ πυρὸς ὥστε φαίνειν αὐτοῖς· τοιουτότροπον γὰρ καὶ περὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἔσεσθαι ὁ παρὼν θεσπίζει προφήτης, ἡμέρᾳ μὲν εἰπὼν νεφέλην ἐπισκιάσειν αὐτῇ, ἵνα μὴ καίοιτο ὑπὸ φλογμοῦ, νυκτὸς δὲ φῶς καὶ πυρὸς φέγγος, ἵνα μὴ σκοτίζοιτο, ὁμοῦ δὲ πᾶσαν ταύτην σκιάσειν τὴν δόξαν τοῦ θεοῦ φησιν, ὡς μηδὲν αὐτὴν καταβλάπτεσθαι μηθ’ ὑπὸ καύματος ἡμερινοῦ μηθ’ ὑπὸ σκληρότητος ἡμερινῶν ὑετῶν, δι’ ὧν ὁ λόγος διδάσκει θεοῦ δεξιὰν ἐπισκιάσειν τὴν ἐκκλησίαν αὐτοῦ, διὰ παντὸς πρὸς τὸ μηδὲν αὐτὴν καταβλάπτεσθαι μήτε ἐν ταῖς εὐπραγίαις καὶ εἰρηνικαῖς καταστάσεσιν μήτε ἐν τοῖς τῶν διωγμῶν καιροῖς, μένειν τε αὐτὴν εἰς ἀεὶ ἄπτωτον καὶ ἀδιάτρεπτον καὶ σκιαζομένην ὑπὸ τῆς δόξης τοῦ θεοῦ, ὡς μήτε ἐν ἡμέρᾳ καὶ ἐν καύματι φλέγεσθαι μήτ’ ἀπὸ σκληρότητός τε καὶ ὑετῶν τε καὶ χειμερινῶν ἀνέμων ἀδικεῖσθαι. διὸ λέλεκται· πάσῃ τῇ δόξῃ σκεπασθήσεται· καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.