Ancient Greek · ~19 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.33.1
Not analysed yet
Ἔτι τὸ προφητικὸν πνεῦμα τοῖς προλεχθεῖσιν ἐπισυνάπτει καὶ αὐτὰ †ειπ αὐτῆς μέρος τυγχάνει τῆς ὁράσεως, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ. διεξέρχεται δὲ τὰ προκείμενα ἐκ προσώπου τοῦ ἁγίου πνεύματος φάσκον τό· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου. ἀντὶ δὲ τοῦ· τῷ ἀμπελῶνί μου, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ τῷ ἀμπελῶνι αὐτοῦ ἐκδεκώκασι· τῷ γὰρ ἠγαπημένῳ φησὶν ᾄσω ᾆσμα οὐκ ἐμὸν οὐδ’ ὑπ’ ἐμοῦ πεποιημένον, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀγαπητοῦ ᾄσαντος τῷ ἀμπελῶνι αὐτοῦ ᾆσμα θρήνου καὶ κλαυθμοῦ ἔμπλεων. ὅθεν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ᾄσω δὴ τῷ προσφιλεῖ μου ᾠδὴν πατραδέλφου μου τῷ ἀμπελῶνι αὐτοῦ, ὁ δὲ Σύμμαχος· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου εἰς τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ὁ Θεοδοτίων· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνι αὐτοῦ· οὐ γὰρ ἐμόν φησιν, ἀλλὰ τοῦ ἀγαπητοῦ μου τυγχάνει τὸ ᾆσμα· αὐτὸς γὰρ συνέθηκεν αὐτὸ ἐπὶ τῷ ἀμπελῶνι αὐτοῦ ἢ εἰς τὸν ἀμπελῶνα αὐτοῦ ᾠδὴν θρήνου πεποιηκώς. ἠγαπημένος δὲ ἦν καὶ ἀγαπητός, ἠγαπημένος μὲν τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἀγαπητὸς δὲ τοῦ ἁγίου πνεύματος· τοῦτο γὰρ παρίστησιν τὸ προφητικὸν πνεῦμα φῆσαν· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. διὰ δὲ τῆς ᾠδῆς τὰς εἰς τὸν ἀμπελῶνα εὐεργεσίας αὐτοῦ ἀπαριθμεῖται καὶ τοῦ ἀμπελῶνος τὴν μοχθηρίαν ἐλέγχει, θεσπίζει τε κατὰ τὸ αὐτὸ τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. οὗτος τοιγαροῦν ὁ ἀγαπητὸς τοῦ θεοῦ τὸν πρῶτον λαὸν τὸν ἐκ περιτομῆς κλῆρον καὶ μερίδα κτησάμενος ἀποθρηνεῖ τὴν ἀπώλειαν αὐτοῦ δι’ ὑπερβολὴν φιλανθρωπίας· φησὶ γάρ· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν κέρατι ἐν τόπῳ ἐλαιῶνι, ἢ κατὰ τὸν Ἀκύλαν· ἐν κέρατι υἱῷ ἐλαίου. φασὶ δὲ τὴν Ἰουδαίαν χώραν οὕτω δηλοῦσθαι διὰ τὸ πίονα εἶναι καὶ λιπαρωτάτην, λέγεσθαι δὲ ἐν κέρατι διὰ τὸ συστῆναι βασιλικὴν μητρόπολιν ἐν αὐτῇ τῇ Ἰερουσαλήμ· εἴωθεν γὰρ ἡ γραφὴ κέρατα τὰς βασιλείας ὀνομάζειν. Φραγμὸν δὲ περιέθηκε τῷ ἀμπελῶνι, δηλαδὴ τῷ παντὶ λαῷ, πάντως που ἀγγέλοις αὐτὸν περιφράξας, ἐχαράκωσε δὲ αὐτὸν προφήταις καὶ ἁγίοις ἀνδράσιν ὑποστηρίσας, ἀλλὰ καὶ κατεφύτευσεν αὐτὸν ἄμπελον σωρήκ. τίς δὲ ἦν αὕτη ἢ πάντως που ἡ θεόπνευστος γραφὴ καὶ ὁ τῆς θεοσεβείας λόγος ὁ τῷ παντὶ παραδοθεὶς ἔθνει; ὁ μὲν γὰρ ἀμπελὼν κυρίου οἶκος τοῦ Ἰσραὴλ εἶναι λέλεκται καθ’ ἕτερον τρόπον, ἄμπελος καὶ αὐτὸς χρηματίζων κατὰ τό· ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς. ἄμπελος γὰρ εἶναι δηλοῦται ὁ διὰ Μωϋσέως προελθὼν λαός, ἑτέρα δ’ ἂν εἴη περὶ τὸν λαὸν ἡ ἐν αὐτῷ καταφυτευθεῖσα ἄμπελος σωρήκ, ἣν ὁ Σύμμαχος ἡρμήνευσεν ἐκλεκτήν. αὕτη δὲ ἦν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ καὶ ἐν Εὐαγγελίοις περὶ αὐτοῦ διδάξας καὶ εἰπών· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός· ἐξ αὐτοῦ γὰρ καὶ ὁ πρῶτος λαὸς τὴν τῶν θείων μαθημάτων φυτείαν εἴληφε. πρὸς δὲ τῇ ἐκλεκτῇ ταύτῃ καὶ λογικὴ φυτεία ἦν, ὥσπερ ἐνεκέντρισε τῇ παλαιᾷ καὶ Αἰγυπτιακῇ ἀμπέλῳ. καὶ πύργον οἰκοδομεῖ ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλαδὴ τὸν ναόν, καὶ προλήνιον δὲ ὀρύττει ἐν αὐτῷ, τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον, πάντα δὲ τὰ παρ’ ἑαυτοῦ πεποιηκὼς ὁ κύριος τοῦ ἀμπελῶνος τοὺς καρποὺς λοιπὸν ἐκδέχεται τοὺς ἐπαξίους τῆς τοσαύτης ἐπιμελείας. ὁ δ’ ἀντὶ βοτρύων ἀκάνθας ἐποίει, σαπρίας κατὰ τὸν Ἀκύλαν, ἢ ἀτελῆ κατὰ τὸν Σύμμαχον. ταῦτα εἰρηκότος τοῦ ἁγίου πνεύματος περὶ τοῦ κυρίου τοῦ ἀμπελῶνος διαλαβὼν ὁ κύριος τὰ ἑξῆς, ἀποτείνεται πρὸς αὐτοὺς τοὺς κρινομένους λέγων· καὶ νῦν, οἱ ἐνοικοῦντες Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνος· εἴ τις γάρ φησιν ἐν ὑμῖν τοῖς ἐκλεκτοῖς, βασιλικοῦ γένους καὶ ἐκ φυλῆς Ἰούδα ὁρμώμενος, αὐτοὶ δὴ ὑμεῖς οἱ τῆς Ἰερουσαλὴμ πολῖται, περὶ ἧς ὁ πᾶς ἐστί μοι λόγος, κριταὶ γένεσθε τῶν τε ὑπ’ ἐμοῦ λελεγμένων καὶ τῆς τοῦ ἀμπελῶνος κακίας, ἀλλὰ καὶ συμβουλεύσατε, τί χρὴ μετὰ τοσαύτην ἐπιμέλειαν ποιῆσαι, ἢ τί χρὴ γενέσθαι ὃ οὐ γέγονεν. εἰ δ’ ὑμεῖς μηδὲν ἔχετε λέγειν, ἀλλ’ ἐμοῦ γε προλέγοντος, ἃ μέλλω πράττειν, ἐπακούσατε. εἰκὸς ὑμᾶς μαθόντας ὠφεληθήσεσθαι καὶ τοιαῦτα πρᾶξαι, ὡς μὴ παθεῖν τὰ ἀπειλούμενα. πρῶτον μὲν οὖν τὸν ἀποδοθέντα φραγμὸν τοῦ ἀμπελῶνος καὶ τὸν περιφράττοντα αὐτὸν τῆς ἐμῆς ἐπισκοπῆς τοῖχον περιελῶ· τούτου γὰρ γενομένου ἔσται εἰς διαρπαγὴν καὶ καταπάτημα τοῖς ἁρπάζειν καὶ καταπατεῖν αὐτὸν προῃρημένοις, καὶ οὐκέτι μὲν τεύξεται γεωργίας, ἧς πρότερον ἠξιοῦτο. ἀναβήσεται γὰρ εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν, νεφέλας δηλῶν τοὺς προφήτας διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου· διὰ τούτων γὰρ ὁ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος, οὓς ἀπειλεῖ ὁ κύριος ἀποστήσειν αὐτῶν. καὶ τὴν αἰτίαν λευκότερον ἐπάγει λέγων· διότι ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν· κραυγὴν δὲ ἀφίησι πᾶσα πρὸς θάνατον ἁμαρτία βοώσης τῆς πράξεως αὐτῆς· οὕτως γοῦν εἴρηται τό· φωνὴ αἵματος Ἅβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με.