Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.36
Not analysed yet
Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἕπεται· πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ σωτῆρος, τῶν τε μετ’ αὐτὸν ἀποστόλων αὐτοῦ, οὐδὲν μὲν πρὸς ὠφελείας ἐκαρποῦντο· τῇ δ’ ἀπιστίᾳ ἐπιμένοντες καὶ τοῖς ἀτοπήμασιν, προσθήκας ἐποιοῦντο τῶν ἁμαρτημάτων δεύτερα ἐπὶ πρώτοις καὶ τρίτα ἐπὶ δευτέροις πλημμελοῦντες καὶ τούτοις πάλιν ἕτερα συμπλέκοντες. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας ὡς σχοινίῳ ματαιότητος καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρτίαν. οἱ δ’ αὐτοὶ οὗτοι τὰς κατ’ αὐτῶν ἀπειλὰς τῶν τε παλαιῶν προφητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος ἀκροώμενοι ἠπίστουν. διὸ ἔλεγον· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. ἅγιον δὲ Ἰσραὴλ κἀνταῦθα τὸν μονογενῆ τοῦ θεοῦ λόγον σημαίνει.