Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.35
Not analysed yet
Καὶ ταῦτα μέρη τῶν ἀκανθῶν ὑπῆρχεν, ὧν ἀντὶ σταφυλῆς ὁ ἀμπελὼν λέγεται πεποιηκέναι. εἰκὸς δὲ καὶ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν, ὅτ’ ἐχρῆν αὐτοὺς πενθεῖν διὰ τὴν μέλλουσαν αὐτοὺς καταλήψεσθαι ὀργήν, κραιπάλαις καὶ οἰνοφλυγίαις, καὶ τῇ ἄλλῃ τρυφῇ σχολάζειν. διὸ ταλανίζονται ὑπὸ τοῦ λόγου, ὡς ἀνεπαισθήτως ἔχοντες τῶν ὅσῳ οὔπω καταληψομένων αὐτοὺς κακῶν. γυμνοτέραν δ’ ἔχοντες τὴν διάνοιαν τὰ προκείμενα ἐνδιατρίβειν αὐτοῖς οὐκ ἐπιτρέπει διὰ τὸ σπεύδειν ἐπὶ τὴν τῶν ἀσαφεστέρων ἐξέτασιν· ὅμως δ’ οὖν ἔοικεν ὁ λόγος τοὺς δηλωθέντας ἐφ’ οἷς ἔπραττον ἐλέγξας λιμὸν αὐτοῖς ἐλεύσεσθαι καὶ θάνατον πόλεμόν τε καὶ αἰχμαλωσίαν ἀπειλεῖν, ἃ δὴ πάντα μετῆλθε τὴν γενεὰν τὴν κατὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους γενομένην. ῥητῶς τε γὰρ μετῆλθεν αὐτοῖς ταῦτα πάντα ἐπὶ Οὐεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐτοκρατόρων, κατὰ δὲ διάνοιαν στερηθέντων τοῦ λογικοῦ ἄρτου τῆς ζωῆς, εἰσέτι καὶ νῦν ἐνδείᾳ τροφῆς ἐπουρανίου τὰς ψυχὰς λιμώττουσιν κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν γραφήν· ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασιν. ἔτι μὴν τὸν λυτρωτὴν τῆς τῶν ψυχῶν αἰχμαλωσίας ἀποστραφέντες τὸν ἐλθόντα κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, τοῖς νοητοῖς πολεμίοις παρεδόθησαν, καὶ τῇ τῶν ψυχῶν ἐναπέμειναν αἰχμαλωσίᾳ. ἀντὶ δὲ τοῦ· καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος καὶ νεμηθήσονταί φησιν ἀμνοὶ κατὰ τὴν ἀπαγωγὴν αὐτῶν, τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φάγονται. ἃ καὶ πρὸς λέξιν ἐπληροῦτο· τῶν γὰρ ἀρχόντων τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀχθέντων καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρπασθέντων τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες ἐπελθόντες καὶ μέτοικοί τινες ἀπολαβόντες κατέσχον. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς εἴρητο· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.