Ancient Greek · ~3 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.38
Not analysed yet
Τοῖς αὐτοῖς ἁρμόζοι ἂν καὶ ταῦτα περιέχοντα μὲν καὶ γενικὴν πρὸς ἅπαντας τοὺς δοκητισόφους ἀπειλὴν οὐ μὴν ἀλλὰ καὶ ἀπελέγχοντα τοὺς δι’ ὅλης τῆς προφητείας κατηγορηθέντας· μὴ γὰρ προσέχοντες τοῖς τοῦ σωτῆρος λόγοις κακοῖς διδασκάλοις αὐτοὶ ἑαυτοῖς ἐχρήσαντο ὡς συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἔπειτα ὥσπερ ἰσχύοντες καὶ πολλὰ δυνάμενοι ἐν τῷ λαῷ, μέθῃ μὲν τὴν ἑαυτῶν ψυχὴν περιέβαλλον τῷ τῆς ἀγνοίας σκότῳ καρούμενοι. ἤδη δὲ καὶ ἑτέροις ποτὸν δεδολωμένον ἐκίρνων τὸ καλούμενον σίκερα, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνομάκασιν. καὶ τοῦτ’ ἔπραττον καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ. διὸ καὶ ἀνωτέρω πρὸς τοὺς αὐτοὺς ἐλέγετο· οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι. οἱ δ’ αὐτοὶ οὗτοι δωροδοκοῦντες τὸν μὲν ἀσεβῆ δίκαιον ἀπέφαινον, ἄδικον δὲ τὸν δίκαιον. διὸ τὰ ἑξῆς ἐπιφερόμενα ὁ λόγος αὐτοῖς ἀπειλεῖ λέγων.