Ancient Greek · ~11 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.39
Not analysed yet
Τὰ συμβησόμενα πρὶν γενέσθαι ἐπίτηδες ὁ λόγος προαναφωνεῖ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν κακίαν ἀναστέλλειν προῃρημένος· εἰκὸς γὰρ ἦν σωφρονισθήσεσθαι τοὺς ἀκροωμένους προμαθόντας τὰ ἐπελευσόμενα. τοῖς ἐπιμόνως ἁμαρτάνουσίν φησιν οὖν διὰ τοῦτο· οὐ γὰρ διά τινα συντυχίαν οὐδὲ δι’ ἀνάγκην φυσικὴν οὐδὲ διὰ τὴν εἱμαρμένην, ἀλλὰ διὰ τὰ προλεχθέντα ἀτοπήματα τάδε ὑμῖν καὶ τάδε ἐπελεύσεται, ἐπεὶ τοίνυν ὑμεῖς ὁ ἀμπελὼν κυρίου, οὐ βότρυς οὐδὲ καρποὺς ἀγαθούς, ξύλα δὲ καὶ χόρτον καὶ καλάμην συνηγάγετε καὶ τὰς ἀκάνθας ὑμῶν ἐπληθύνατε. τούτου χάριν λέγει εἰκότως· ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης οὕτως ἡ τῆς κακίας ὑμῶν ῥίζα ὡς χνοῦς καὶ ὡς ἀπόβρωμα πυρὸς ἔσται, ἀλλὰ καὶ τὸ ἄνθος ὑμῶν ὡραιότης, δηλαδὴ τοῦ σώματος, καὶ ἡ τοῦ πλούτου δόξα καὶ ἡ τοῦ παντὸς ἔθνους εὐπρέπεια, ὅσον οὐδέπω κονιορτοῦ δίκην διασκεδασθήσεται. ταῦτα δέ φησιν αὐτοῖς ἔσεσθαι, ἐπειδὴ πρὸς τοῖς προλεχθεῖσιν τὸν νόμον κυρίου σαβαὼθ οὐκ ἠθέλησαν παραδέξασθαι, ἀλλὰ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. καὶ ἐν τούτοις δὲ θέα ὡς οὐκ εἰδωλολατρίας αὐτῶν κατηγορεῖ, ἀλλ’ ὅτι μὴ τὸν νόμον κυρίου σαβαὼθ ἐθέλησαν · ποῖον δὲ νόμον ἢ περὶ οὗ ἀνωτέρω εἴρηται· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἰερουσαλήμ; ἐπεὶ τοίνυν οὐκ ἠβουλήθησαν τὸν νόμον τῆς καινῆς διαθήκης, ἀλλὰ καὶ τὸν ζῶντα τοῦ θεοῦ λόγον παρώξυναν, κατὰ δὲ τὸν Ἀκύλαν· ὅτι ἀπέρριψαν τὸν νόμον κυρίου στρατιῶν καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ διέσυραν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἀπεδοκίμασαν τὸν νόμον κυρίου τῶν δυνάμεων καὶ τὸν λόγον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτου χάριν ἐπιλέγει· καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, ὃν αὐτὸς μὲν ἐβουλεύετο εἶναι οἰκεῖον αὐτοῦ λαόν τε καὶ χρηματίζειν, οἱ δ’ οὐκ ἐβούλοντο. καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ ταῦτα πάντα διὰ τὰς ἀποδοθείσας αἰτίας προστίθησι δὲ τούτοις λέγων· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. σημαίνει δὲ καὶ διὰ τούτων πολεμίων ἔφοδον καὶ πλῆθος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη νεκρῶν σωμάτων, καὶ τὴν χώραν ἅπασαν τῶν θνησιμαίων αὐτῶν μεστὴν γίνεσθαι. ἐπίμονος δὲ ὢν ὁ θυμὸς τοῦ θεοῦ κατ’ αὐτῶν οὐκ ἀπεστράφη τοσαῦτα αὐτοῖς ἐνδειξάμενος, ἀλλ’ ἔτι ἡ χεὶρ τοῦ θεοῦ κατ’ αὐτῶν ὑπῆρχεν ὑψηλὴ διὰ τὸ ἐπίμονον αὐτῶν τῆς ἀπιστίας. τήρει δέ πως εἴρηται τό· ἔτι ἡ χεὶρ ὑψηλή· ὡς γὰρ παραμενούσης κατ’ αὐτῶν εἰσέτι καὶ νῦν τῆς τοῦ θεοῦ ὀργῆς λέλεκται. ὃ δὴ καὶ ὁ Ἀπόστολος παρίστησιν εἰπών· ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. πόθεν δὲ ἤμελλεν πληροῦσθαι τὰ ὄρη καὶ ἡ χώρα τῶν θνησιμαίων αὐτῶν ἑξῆς παρίστησιν διὰ τούτων.