Ancient Greek · ~52 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.41.1
Not analysed yet
Αὐτὸς ὁ προφήτης τὸν κύριον σαβαὼθ ἐπὶ τὸν ναὸν αὐτοῦ, ὃν πολλάκις ἀνεκήρυξεν, αὐτοψίᾳ θεωρεῖ. διεξέρχεταί τε τὰ προκείμενα ἐξ οἰκείου προσώπου, ὃ δὴ παρίστησιν ἐκ τοῦ ἐπιφέρειν ἑξῆς· καὶ εἶπον Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐμμέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· σαφῶς γὰρ ταῦτα τὸν ἄνθρωπον αὐτὸν παρίστησιν διηγούμενον, ἃ ἑώρακεν καὶ ὡς τὸν κύριον σαβαώθ, περὶ οὗ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν εἴρηται, τοῖς ὀφθαλμοῖς αὐτοῦ τεθέαται. ἱστορεῖ δὲ καὶ τὸν χρόνον τῆς θεωρίας λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οἶμαι δὲ διὰ τούτων σαφῶς παρίστασθαι, τίς ποτ’ ἦν ὁ διὰ πάσης τῆς προφητείας δηλούμενος κύριος κύριος σαβαώθ, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν ἢ κύριος τῶν δυνάμεων. ὁρώμενον γοῦν θεὸν εἰσάγει· καίτοι περὶ τῆς ἀγεννήτου θεότητος εἴρηται τό· θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. αὐτός τε ὁ σωτὴρ διδάσκει· οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα· οὐκοῦν ὁ νῦν τῷ προφήτῃ θεωρούμενος κύριος σαβαὼθ τῆς ἀγεννήτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου θεότητος ἕτερος ἦν. τίς δὲ οὗτος ἢ ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὃς ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων τε αὐτὸν ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ἐποίει. οὕτω γοῦν ὤφθη καὶ τῷ Ἀβραάμ, ὁπηνίκα εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἐπιλέγει οὖν ἡ γραφή· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ὀφθέντι αὐτῷ, καὶ πάλιν· Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ κύριος, καὶ αὖθις· ὤφθη κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρή. καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ. ἀλλὰ καὶ ὅτε ἦλθεν εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα οἴκου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεός. καὶ πάλιν εἴρηται· ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ. καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν ἀνθρώπου σχήματι ὀφθείς· οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. ὅτε καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Εἶδος θεοῦ εἰπών· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. καὶ Μωσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ θεὸν ἱκέτευσε λέγων· εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε. ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου. ἀλλὰ καὶ ὁ Ἰεζεκιὴλ τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον εἶδεν, ὡς ὅρασιν ἀνθρώπου ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ἕως ὑπὲρ ὅρασιν ἠλέκτρου. δι’ ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγονέναι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωσῇ εἴρητο· οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται· τὸ γὰρ πρόσωπον τοῦ θεοῦ λόγου καὶ ἡ θεότης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή. καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ λόγου δόξα δι’ αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ τὴν δρῦν γενέσθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι καὶ τραπέζης κοινωνῆσαι. ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακὼβ ἄνθρωπος εἰσῆκται παλαίων, ὃν ἡ μὲν γραφὴ ἄνθρωπον ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων· οὐ κληθήσεταί φησιν τὸ ὄνομά σου Ἰακώβ· ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. ὁ δὲ παρὼν προφήτης ἰδεῖν καὶ αὐτὸς μαρτυρεῖται τὴν δόξαν αὐτοῦ. οὐκοῦν τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν. οὕτω καὶ Μωσεῖ, οὕτω καὶ Ἰεζεκιήλ, οὐχ ὁμοίως τὰς ὀπτασίας ποιούμενος. ἑώρα δὲ τὴν τοῦ σωτῆρος ἡμῶν δόξαν ὁ προφήτης οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συνεργοῦνται εἰς τὸ βλέπειν τὰ αἰσθητά, τὸν αὐτὸν τρόπον τὰ τῆς κεκαθαρμένης ψυχῆς ὄμματα ὑπὸ νοεροῦ φωτὸς καταυγαζόμενα τὰ θεῖα κατοπτεύειν δύναται. διὸ καὶ ὁ σωτὴρ τοῦτ’ ἐδίδασκεν λέγων· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται ,ὧν εἷς ὑπάρχων καὶ ὁ Ἠσαΐας εἶδε τὸν κύριον ἐν τῷ χρόνῳ τῆς τελευτῆς Ὀζίου τοῦ βασιλέως. διὰ τί δὲ μὴ ἔτι ζῶντος τὴν προκειμένην ὄψιν ἑώρα, ἀλλ’ ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν; ἐπειδὴ διὰ τὸ τολμῆσαι Ὀζίαν τὸν βασιλέα τὸ ἀνόσιον τόλμημα ἡ δόξα τοῦ θεοῦ ἡ πάλαι ἐπισκιάζουσα τὸν οἶκον ἀνακεχωρήκει πάντα τὸν χρόνον τῆς αὐτοῦ ζωῆς, καθ’ ὃν λελεπρωμένος κατῴκει τὴν Ἰερουσαλήμ· λεπροῦ γὰρ βασιλέως οἰκοῦντος τὸν τόπον. ἐπεὶ δὲ ἐτελεύτα μὲν ἐκεῖνος, Ἰωαθὰμ δὲ ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν διεδέδεκτο, περὶ οὗ γέγραπται· εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου. εἰκότως κατ’ αὐτὸν ἐκεῖνον τὸν ἐνιαυτὸν ἐν ᾧ ὁ λελεπρωμένος μετηλλάχει τοῦ βίου, ὁ δὲ εὐάρεστος τῷ θεῷ τὴν βασιλείαν ὑποδέδεκτο, αὖθις ἡ δόξα τοῦ θεοῦ ἐπανῄει ἐπὶ τὸν οἶκον, δηλαδὴ ἐπὶ τὸν ναόν, ὃ δὴ καὶ ἱστορεῖ ὁ προφήτης λέγων· καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ· ὁ μὲν οὖν οἶκος τῆς δόξης πεπλήρωτο, ὁ δὲ προφήτης οὐκ ἔνδον ἐν τῷ οἴκῳ τὸν κύριον ἑώρα, ἀλλὰ τὸν μὲν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οὗτος δὲ ἦν, ὃν ἡ θεία γραφὴ παρίστη ἡ φήσασα· κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. καὶ αὐτὸς δὲ ὁ κύριος τοῦτ’ ἐδήλου λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος. οὐκοῦν ἐπὶ μὲν τῆς οὐρανίου βασιλείας ἐνθρονιζόμενον τὸν κύριον τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁ προφήτης ἑώρα, τὸν δὲ ἐπὶ γῆς οἶκον πλήρη δόξης εἶναί φησιν, ὥσπερ τισὶν φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου λόγου μαρμαρυγαῖς καταυγαζόμενον. Ἀσώματοί τινες θεῖαι καὶ ὑπερκόσμιοι δυνάμεις, ἃς καὶ ὁ Δανιὴλ ἐδήλου λέγων· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἐνώπιον αὐτοῦ. δύο μὲν οὖν εἶναι τὰ σεραφεὶμ ἐνόμισαν ἄλλοι, ἐγὼ δὲ ἐπιστήσας τῇ διανοίᾳ τῆς λεγούσης γραφῆς κύκλῳ αὐτοῦ τὰ σεραφεὶμ ἑστάναι πλεῖστα εἶναι ἡγοῦμαι, ταῦτα στεφάνου δίκην ἁπανταχόθεν ὥσπερ μέγαν βασιλέα δορυφοροῦντα, περιέποντά τε αὐτὸν τὸν θρόνον τῷ φωτίζεσθαι καὶ ζωοποιεῖσθαι ἐξ αὐτοῦ, διὰ ταῦτα δὲ τὰ κυκλοῦντα αὐτὸν σεραφεὶμ κύριος σαβαὼθ ὠνομάζετο, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν. ἓξ δὲ πτέρυγες τῷ ἑνὶ λέγονται προσπεφυκέναι, τῷ ἕκαστον κεκοσμῆσθαι, ὥσπερ πτέρυξιν, ἐμφύτοις ἀρεταῖς καὶ μετεωροπόλοις δυνάμεσιν, αἷς ἱπτάμεναι δι’ οὐρανοῦ καὶ αἰθέρος φέρονται, νοηταῖς τισι χρώμεναι ἐνεργείαις, πραγμάτων τινῶν ἡμῖν ἀρρήτων ἀποτελεστικαῖς· ὡς γὰρ ἐν ἀνθρώποις οἱ ἅγιοι τοῦ θεοῦ χαρισμάτων κρειττόνων μετεῖχον, ὡς προφητεύειν τὰ μέλλοντα καὶ νόσους ἰᾶσθαι καὶ νεκροὺς ἀνιστᾶν καὶ γλώσσαις σοφίας τε λαλεῖν καὶ γνώσεως μετέχειν, ἢ καὶ ὥσπερ κατὰ τὸ σῶμα φυσικοῖς αἰσθητηρίοις κεχρήμεθα τὸν ἀριθμὸν πέντε ὁράσει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, οὕτω πως τάχα τὴν τῶν ἀγγέλων φύσιν εἰκός, δυνάμεσι θείαις τισὶ καί τινων παραδόξων ἐνεργητικαῖς, ἡμῖν τε ἀγνώστοις κεχρῆσθαι, ἃς δὴ πτέρυγας ὁ λόγος ὠνόμασεν· ἐπεὶ καὶ περὶ τῶν ἀνέμων εἴρηται· ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, οὐ πάντως ἐκπιπτόντων ἡμῶν ἐπὶ σχήματα σωματικά, ὡς τῶν ἀνέμων ὀρνέων δίκην πτερυττομένων. τῶν δὲ περὶ τὰ σεραφεὶμ πτερύγων ἤτοι δυνάμεων παραδόξων ἔργων ἀποτελεστικῶν, δύο μὲν τὸ πρόσωπον ἐκάλυπτον, οὐ τὸ τοῦ κυρίου, ἀλλὰ τὸ αὑτῶν, ὡς μὴ τολμᾶν ἀτενὲς ἀφορᾶν εἰς τὸ θεωρούμενον. διὸ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ μόνον ὁ γεννήσας αὐτὸν πατήρ. καὶ τοὺς πόδας δὲ ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας καὶ ὡς ἂν εἴποι τις, τὰ βήματα καὶ τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. διὸ ἐγκαλυπτόμενα καὶ ὥσπερ ἀποκρύπτοντα τὴν τοῦ βίου ἑαυτῶν πορείαν, τὴν μέσην μόνην παρεῖχον ὁρᾶν ἑαυτῶν κατάστασιν, καὶ αὐτοῦ δὲ τοῦ μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε εἰς τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον ἐνατενίζειν τολμῶντα μήτε τοῖς ποσὶν ὡσαύτως διὰ τὸ ἀπειρομεγέθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὑπερεκπληττόμενα δὲ τὴν ἄρρητον θεότητα τοῦ θεωρουμένου. ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· τῷ ἐνιαυτῷ ᾧ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. σεραφεὶμ ἑστῶτα ἐπάνωθεν ἑκάστου ἓξ πτέρυγες. τὰ δὲ πρὸς ποδῶν αὐτοῦ πεπληρωκέναι τὸν ναὸν λέγει, ἐπειδὴ ὁ ἐπὶ γῆς νεὼς ἐν τῷ ὑποποδίῳ τοῦ θεοῦ συνειστήκει· Ὁ οὐρανὸς γὰρ αὐτοῦ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. εἰκότως οὖν τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον πρὸς ποδῶν ἐλέγετο τοῦ ἑωραμένου. σεραφεὶμ δὲ ἑστήκει ἐπάνωθεν, τίνος ἐπάνωθεν ἢ τοῦ οἴκου, οὐ γὰρ δὴ τοῦ κυρίου. ὁ δὲ προφήτης ἑαυτὸν ταλανίζει, ὅτι ἐσιώπησε μὴ συναναβοήσας τοῖς σεραφεὶμ μηδὲ ὁμοίως αὐτοῖς τὸν ὕμνον τῆς θεολογίας τοῦ ἁγιασμοῦ τοῦ κυρίου ἀνειπών, αἴτιον δὲ αὐτῷ τῆς σιωπῆς γεγονέναι τὸ ἀκάθαρτά φησιν ἐσχηκέναι χείλη ἀπὸ τῆς πρὸς τὸν ἀσεβῆ λαὸν ὁμιλίας. Ἕτερος πρὸς τὸν ἕτερον ἐβόα καὶ ἔκραγεν λέγοντα· Ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. οὐ μίαν δὲ ἠφίεσαν φωνὴν οὐδὲ ἀθρόως ὁμοῦ τὰ πάντα κοινῇ ταύτην ἀνέπεμπον, ἀλλ’ ἕτερος πρὸς τὸν ἕτερον ἐμφαίνων τὸ ἑαυτοῦ θαῦμα καὶ τὴν ἔκπληξιν τὴν ἐπὶ τῷ θεωρουμένῳ. μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ ταπεινὰ κατάβασις τῆς δόξης τοῦ θεοῦ λόγου. τοῦτο γοῦν αὐτοῖς παρεῖχεν θαῦμα μέγιστον, ὅτι μὴ μόνος ὁ οὐρανὸς πλήρης ἐτύγχανεν τῆς δόξης αὐτοῦ, ἀλλ’ ἤδη καὶ μέχρι γῆς ἔφθανεν, ὡς πληροῦσθαι τὴν σύμπασαν γῆν τῆς αὐτοῦ δόξης· ὑπερβολὴ γὰρ αὕτη φιλανθρωπίας τοῦ καθημένου μὲν ἐπὶ τοῦ ὑψηλοτάτου θρόνου, πληροῦντος δὲ καὶ τὰ ἐπὶ γῆς, ἐν οἷς τέως κατὰ τὸ παλαιὸν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐπληροῦτο κατὰ τὸν καιρὸν τῆς τούτων θέας. διὸ ἀνωτέρω ἐλέγετο· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. τὰ σεραφεὶμ εὐφημοῦντα ἐβόα, ἀλλ’ ὅτι καὶ πᾶσα ἡ γῆ πλήρης ἔσεσθαι ἔμελλεν τῆς δόξης αὐτοῦ· προγνώσει γὰρ τοῦ μέλλοντος ὑπερεθαύμαζον. ὃ δὴ καὶ ἀκολούθως τοῖς θεσπίσμασιν ἐτελεῖτο μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν πάροδον· ἐξ ἐκείνου γὰρ ὡς ἀληθῶς πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν καὶ εἰς πᾶσαν ἐκηρύχθη τὴν γῆν, οὐ μόνον ἡ γνῶσις, ἀλλὰ καὶ ἡ δόξα τῆς περὶ αὐτοῦ θεολογίας. ἐπειδὴ γὰρ ἑώρων αὐτοῦ τὴν δόξαν ἐπὶ γῆς μέλλουσαν ἐκλάμπειν μηδὲν δὲ ἀπὸ τῆς γεώδους καὶ φθαρτῆς οὐσίας ζημιουμένην, εἰκότως ἀνεβόων τό· Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, οὐχ ἅπαξ τὸν ἁγιασμὸν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις, μᾶλλον δὲ εἰς ἀναρίθμητον καὶ εἰς ἄπειρον καὶ εἰς ἀεὶ ὑπερεκπληττόμενα. διὸ ἕτερος πρὸς τὸν ἕτερον ἐκεκράγει ἐμφαίνων ὁ καθ’ εἷς τῷ πλησίον τὸ ἑαυτοῦ θαῦμα. καὶ ἐπήρθη τὸ ὑπέρθυρον. ἐπὶ ταύτῃ τῇ βοῇ τὸ ὑπέρθυρον τοῦ ναοῦ ἐπήρθη, καὶ ὁ οἶδος ἐνεπλήσθη καπνοῦ, ἀπορρήτως αἰνιττομένου τοῦ λόγου, ὡς ἄρα πληρουμένης πάσης τῆς γῆς τῆς δόξης αὐτοῦ, γυμνοῦσθαι ἤμελλεν ὁ ἐν ἐκείνῳ τῷ τόπῳ νεὼς καὶ τοῦ ὑπερθύρου δὲ ἀρθέντος ἔρημος καταλειφθήσεσθαι καὶ καπνοῦ τε πλήρης ἔσεσθαι παραδοθεὶς πυρί· πυρὸς γὰρ σημεῖον ὁ καπνός. ᾐνίξατο τοίνυν διὰ τούτων ὁ λόγος ἐπὶ τέλει τὸν κατειληφότα τὸν τόπον ἐμπρησμόν, μεθ’ ὃν ἐπληρώθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ τοῦ κυρίου· οὐκέτι ἑνὸς οἴκου, μυρίων δὲ καθ’ ὅλης τῆς οἰκουμένης πολὺ κρειττόνων ἐκείνου συστάντων. ἀκολούθως τῇ βοῇ τῶν σεραφεὶμ ταῦτα θεασάμενος ὁ προφήτης ἐν ἀγωνίᾳ κατέστη, μή πη ἄρα καὶ αὐτὸς τῷ πλήθει συναπόλοιτο τοῦ λαοῦ· συνιδὼν γὰρ ὡς ἀνωτέρω μὲν ἐλέγετο, πλήρης εἶναι ὁ οἶκος τῆς δόξης τοῦ θεοῦ, ἐπὶ δὲ τῇ γενομένῃ βοῇ οὐκέτι δόξης ἀλλὰ καπνοῦ. Εἰκότως τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τοῦ οἴκου τεκμηράμενος θορυβεῖται καὶ ἀγωνιᾷ μὴ ἄρα πη συμπαραληφθῇ τούτοις, δι’ οὓς ταῦτ’ ἔπασχεν ὁ τόπος, ἀλλὰ καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ θεωρουμένου κυρίου τῇ θνητῇ φύσει συμβαλὼν ἐξομολογεῖται, ταλανίζων δι’ αὐτῆς ἑαυτόν φησιν· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. ὁμολογεῖ δὲ ἀκάθαρτος εἶναι οὐ τὴν ψυχὴν ἀλλ’ οὐδὲ τὸ πᾶν σῶμα, ἐπεὶ μηδεμίαν ἑαυτῷ πρᾶξιν ἀκάθαρτον συνῄδει, μόνα δὲ τὰ χείλη ἀκάθαρτα ἐσχηκέναι φησίν, ὡς τοῦ λοιποῦ σώματος αὐτῷ καθαριεύοντος καὶ τῆς ψυχῆς, κατὰ τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. καὶ τὰ χείλη δὲ ἀκάθαρτα εἶχεν, οὐδ’ ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας· ἠναγκάζετο γὰρ ὡς εἰκὸς ἀκαθάρτοις ἀνδράσι προσομιλῶν ἄξια τῆς ἐκείνων φθέγγεσθαι μοχθηρίας, δι’ ὧν ἐμόλυνε τὰ χείλη. οὕτω δὲ ἀκριβὴς ὁ βίος ἐτύγχανε τοῦ προφήτου ὡς καὶ ἐπὶ τῷ σμικροτάτῳ κατανύττεσθαι, διαβάλλει δὲ ὁμοῦ τὴν θνητὴν φύσιν ὡς ἂν φθορᾶς ἔμπλεω καὶ ἀτιμίας. διό φησι τό· ἄνθρωπος ὤν· ἀπήρκει γὰρ πρὸς διαβολὴν καὶ τὸ ἄνθρωπον εἶναι σάρκα φθαρτὴν περιβεβλημένον.