Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.42.1
Not analysed yet
Τῷ μὲν προφήτῃ Ἰερεμίᾳ εἰρηκότι· Ὁ Ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι, ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ καὶ ἥψατο τοῦ στόματος αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἐπεὶ γὰρ μὴ καθάρσεως ἐδεῖτο τὰ τοῦ Ἰερεμίου χείλη, εἰκότως ἡ τοῦ κυρίου χεὶρ ἁψαμένη τοῦ στόματος αὐτοῦ τῆς προφητικῆς αὐτὸν ἐπλήρου χάριτος. νυνὶ δὲ τῷ Ἠσαΐᾳ καθάρσεως δεομένῳ οὐχ ὁ κύριος, ἀλλ’ ἓν τῶν σεραφεὶμ ἀποσταλὲν ὑπὸ τοῦ κυρίου ἄνθρακα φέρον πρόσεισιν καὶ τὰ χείλη αὐτοῦ περικαθαίρει τῷ ἄνθρακι. ἔνθεν εἰκότως ἑρμηνευόμενα τὰ σεραφεὶμ εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπινπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσιν. καί μοι δοκοῦσιν καθαρτικοί τινες εἶναι τῶν καθάρσεως δεομένων, διὸ οἱ σεραφεὶμ τοῖς τοῦ προφήτου χείλεσιν τὸν καθαρτικὸν ἄνθρακα προσῆγεν εἷς τούτων κελευσθεὶς τοῦτο πρᾶξαι. οὗτος δὲ ἦν ὁ ἄνθραξ ἀπὸ τοῦ θυσιαστηρίου τάχα που τοῦ φιλανθρώπου κυρίου πληροῦντος τὸ ἑαυτοῦ θυσιαστήριον τοιούτων τινῶν σωτηρίων καὶ καθαρτικῶν ἀνθράκων. διὸ λέλεκταί που· ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. καὶ ὁ θεὸς δὲ αὐτὸς παρὰ Μωϋσεῖ πῦρ καταναλίσκον εἴρηται, καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις βαπτίσειν τοὺς ἀξίους ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ μεμαρτύρηται. διὰ τούτων ἁπάντων παιδεύοντος ἡμᾶς τοῦ λόγου μὴ ἄλλως δύνασθαί τινα τυχεῖν καθάρσεως ἁμαρτημάτων ἢ διὰ τοῦ θείου πυρός· ὁποῖον γάρ ἐστι τὸ ἑκάστου ἔργον τὸ πῦρ αὐτὸ δοκιμάσει, καί· ὁ σωθησόμενος γάρ φησιν οὕτως σωθήσεται ὡς διὰ πυρός. Εἰκότως οὖν καὶ ὁ τοσοῦτος προφήτης δι’ ἄνθρακος πυρὸς καθαίρεται τὰ χείλη, διὸ λέγεται πρὸς αὐτόν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. ποίας δὲ ἀνομίας καὶ ἁμαρτίας ἢ ὧν τὰ χείλη αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖ; Μετὰ δὲ τὴν τούτων κάθαρσιν ἀκολούθως φωνῆς καταξιοῦται τοῦ καθημένου ἐπὶ θρόνου λεγούσης· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; ἐδοκίμαζεν ἄρα ἡ τοιαύτη φωνὴ μέσως εἰρημένη τὴν τοῦ προφήτου προθυμίαν, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως μισθὸν κτήσοιτο. διὸ οὐ προστακτικῶς ἐκέλευσεν αὐτῷ ἀπιέναι, μέσως δὲ ἠρώτα, τίς εἴη ἕτοιμος τοῦτο πράττειν. ὁ δὲ ὑπολαβὼν σὺν πολλῷ θάρσει ἅτε δὴ κεκαθαρμένος τὰ χείλη εἶπεν· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Ἡ δὲ φωνὴ πρὸς αὐτόν· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. τίνα δὲ βλέποντες βλέψουσιν καὶ τίνος ἀκοῇ ἀκούσονται, οὐ παρέστησεν ἡμῖν καταλιπὼν σκοπεῖν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας, ἧς ὁ νοῦς τοιοῦτός ἐστιν· ὃν σὺ τεθέασαι κύριον καὶ ὃν τοῖς σοῖς ὀφθαλμοῖς εἶδες, ὦ προφῆτα, τοῦτον καὶ ὁ λαὸς οὗτός ποτε ὄψεται, ἀλλὰ καὶ τῆς φωνῆς ἧς αὐτὸς ἐπὶ τοῦ παρόντος ἐπακήκοας, ἐπακούσεται καιρῷ τινι καὶ αὐτός· οὐ μὴν καὶ συνήσει οὐδὲ γνώσεται οὐδὲ βουλήσεται αὐτοῦ τὴν χάριν παραδέξασθαι. σαφῶς δὲ διὰ τούτων τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν ὁ ταῦτα λέγων ἐδήλου. ὅπως δὲ βλέποντες οὐκ ἑώρων, διερμηνεύει ἑξῆς φάσκων· τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς· ὁ μὲν γὰρ σωτὴρ ἅτε φῶς ὑπάρχων πάντων ἐφώτιζεν τὰς ψυχάς, ὡς καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἔμυον, ὥστε μὴ βλέπειν, καὶ οὕτω βλέποντες οὐκ ἔβλεπον· ὅταν γάρ τις ἐνατενίσας καὶ ἀκριβῶς θεασάμενος ὑπερίδῃ καὶ καταφρονήσῃ τοῦ ὁρωμένου ἢ μύσῃ τὰ ὄμματα προσποιούμενος μὴ ἑωρακέναι, τότε βλέπων οὐκ εἶδεν. τὸ μὲν οὖν βλέψαι ὑπῆρξεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος, τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς μῦσαι τοὺς ὀφθαλμοὺς ἑαυτῶν καὶ προσποιηθῆναι μὴ βλέπειν. οὕτω δὲ καὶ ἀκοῇ ἀκούει τις καὶ πάλιν οὐκ ἀκούει, ἐπειδὰν μὴ συνῇ τὰ λεγόμενα ἢ ὅταν παρακούῃ καὶ καταφρονῇ τῶν λεγομένων. συμβαίνει δὲ τοῦτο, ἐπειδάν τις τὰ ὦτα ἑαυτοῦ βαρύνῃ ὥσπερ ἀποφράξας καὶ ἀποκωφώσας αὐτά. ταῦτα οὖν ἔσεσθαι περὶ τὸν τῶν Ἰουδαίων λαὸν ἡ φωνὴ τοῦ κυρίου ἐθέσπισεν, ἣ ἐπληροῦτο ἔργοις ἐπὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, καθ’ ἣν παρόντα αὐτὸν ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον καὶ διδάσκοντος τὰ μυστήρια τῆς βασιλείας οὐ συνίεσαν. καὶ τὴν δόξαν δὲ κυρίου διὰ τῶν ἐκκλησιῶν αὐτοῦ πληροῦσαν πᾶσαν τὴν γῆν ὁρῶντες οὐ κατανύττονται τὴν καρδίαν, δι’ ἣν αὐτοὶ ἑαυτοῖς ἐνεποίησαν ἀπιστίαν. διὸ καὶ τὴν αἰτίαν ἐπιλέγει· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, εἰπών· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς. Τούτων ἐπακούσας ὁ προφήτης ἐρωτᾷ λέγων· Ἕως πότε, κύριε; τί γὰρ ἔσται τέλος τῆς τοιαύτης αὐτῶν ἀβλεψίας; ὁ δὲ ἀποκρίνεται· Ἕως ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι. σημαίνει δὲ διὰ τούτων τὴν ἐπελθοῦσαν πρώτην ὑπὸ Ῥωμαίων τῷ τόπῳ πολιορκίαν μετὰ τὰ κατὰ τοῦ σωτῆρος αὐτοῖς τολμηθέντα, καθ’ ἣν Ἰουδαίων πλεῖσται πόλεις ἐπὶ αὐτοκράτορος Οὐεσπασιανοῦ δῃωθεῖσαι ἀφανεῖς παντελῶς κατέστησαν, ὡς μηδὲ μνήμην αὐτῶν μηδὲ ὄνομα περιλείπεσθαι. ἀντὶ δὲ τοῦ· καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· καὶ μακρὰν ποιήσει κύριος τοὺς ἀνθρώπους. σημαίνει δὲ ὁ λόγος, ἣν κατὰ τὸν αὐτὸν χρόνον ὑπέμεινεν αἰχμαλωσίαν τὸ πλῆθος τοῦ Ἰουδαίων ἔθνους, καὶ τὸν διασκεδασμόν, ὃν διεσκεδάσθησαν φεύγοντες τὰς ἐπικειμένας αὐτοῖς συμφοράς. ἐπὰν δὲ ἐκεῖνοί φησι μακρυνθῶσιν τὸ τηνικαῦτα, πληθυνθήσονταί φησιν οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς ἕτεροι ὄντες τῶν προτέρων. τοσοῦτοι δὲ οὗτοι ἔσονται, ὡς παραβαλλομένους αὐτοὺς τοῖς πρώτοις πολλοστημόριον εἶναι νομίζεσθαι τοῦ ἐκείνων πλήθους· ἔσται γάρ φησι καὶ ἔτι ἐν αὐτῇ τὸ δέκατον. εἶθ’ ὁποῖον ἔσται τέλος καὶ τούτων τῶν περιλειφθέντων παρίστησιν ἐπιφέρων ἑξῆς· καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, οὕτω πως ἐρημίαν παντελῆ προαγορεύοντος τοῦ λόγου. ἐπληροῦτο δὲ καὶ αὕτη κατὰ τοὺς τοῦ Ἀδριανοῦ χρόνους, καθ’ οὓς δευτέραν ὑπομείναντες Ἰουδαῖοι πολιορκίαν εἰς τοῦτο κακῶν περιέστησαν, ὡς νόμοις καὶ διατάγμασιν αὐτοκρατορικοῖς μηδ’ ἐξ ἀπόπτου τὴν ἐρημίαν τῆς αὐτῶν μητροπόλεως θεωρεῖν ἐπιτρέπεσθαι. σφόδρα δὲ ὁ λόγος προσφυέσι κέχρηται παραδείγμασιν φήσας περὶ τοῦ Ἰουδαίων λαοῦ· ἔσονται γὰρ ὡς τερέβινθος ἢ ὡς δρῦς ἢ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. οὐκέτι γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οὐδ’ ὡς παράδεισος θεοῦ οὐδ’ ὡς ἐλαία ὡραία οὐδ’ ὡς φοῖνιξ κατὰ τὸν δίκαιον οὐδ’ ὡς ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι αὐτούς φησιν, ἀλλ’ ὡς βάλανον οὐδ’ αὐτὴν συνεστῶσαν, ἀλλ’ ἐκπεπτωκυῖαν τῆς θήκης αὐτῆς, καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς δρῦν. δρῦν δὲ καὶ βάλανον καὶ δρυμὸν καὶ τῶν ἀνημέρων ξύλων τὰ ἄκαρπα καὶ ἀγριώτατα εἴωθεν ὀνομάζειν ἡ θεία γραφή, ἐπειδὰν ἐθέλῃ τὰ ἀλλόφυλα σημαίνειν ἔθνη, οἷς ὅμοιον ἔσεσθαί φησι καὶ τὸν Ἰουδαίων λαὸν οὐδὲν τῶν ἀλλοφύλων ἐθνῶν οὔτε τῷ βίῳ οὔτε τῷ τρόπῳ διενηνοχότα, ἀλλὰ καὶ ἐν χείρονι τυγχάνοντα καταστάσει, τῷ τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρπούς, τούτους δὲ τῆς οἰκείας ἐκπεπτωκέναι καὶ μὴδ’ ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δρυὶ ἀγρίῳ φυτῷ καὶ βαλάνῳ καρπῷ ζῴων ἀλόγων θρεπτικῷ καὶ τούτῳ ἐκπεπτωκότι τῆς θήκης. τούτοις ἑξῆς μετὰ ἀστερίσκων προσθήκης ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. τό· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς οὐ κεῖται μὲν παρὰ τοῖς ἡμετέροις ἀντιγράφοις, διὸ καὶ περιττὸν εἶναι δόξειεν ἄν· πλὴν ἐπεὶ ὁ μὲν Θεοδοτίων ἐξέδωκεν οὕτως εἰπών· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ὁ δὲ Ἀκύλας · σπέρμα ἡγιασμένον στήλωσις αὐτῆς, ὁ δὲ Σύμμαχος· σπέρμα ἅγιον ἡ ἀντίστασις αὐτῆς. τίνα ἀντίστασιν ἢ στήλωσιν φήσειεν εἶναι τοῦ ἐκπεσόντος ἐκείνων λαοῦ ἢ τὸ ἐξ αὐτῶν σπέρμα ἅγιον τὸ μὴ ἐκπεσὸν μηδὲ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν; εἶεν δ’ ἂν οὗτοι οἱ τὴν χάριν τὴν σωτήριον ὑποδεδεγμένοι ἀκοῇ ἀκούσαντες καὶ ὀφθαλμοῖς βλέψαντες, οὓς μακαρίζων ὁ σωτὴρ ἔλεγεν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν .