Ancient Greek · ~37 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.44.1
Not analysed yet
Ἀντὶ τοῦ· εἰς βάθος ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχος αἴτησαί φησι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ εἰς ὕψος ἄνω, ὁ δὲ Ἀκύλας· ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ μετεώρισον εἰς ἄνω, ὁ δὲ Θεοδοτίων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω. νοήσομεν δέ γε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ἐκ τῆς παρὰ Μωϋσεῖ γραφῆς· τῶν γὰρ ἐν Αἰγύπτῳ διὰ Μωϋσέως γενομένων σημείων, περὶ ὧν εἴρηται· ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, τὰ μὲν ἀπὸ γῆς ἐτύγχανεν ὡς οἱ βάτραχοι καὶ αἱ ἀκρίδες καὶ οἱ σκνῖφες καὶ ἡ κυνόμυια, τὰ δὲ ἐξ οὐρανοῦ ὡς ἡ χάλαζα καὶ τὸ πῦρ τό τε τριήμερον σκότος. εἴποι δ’ ἄν τις καὶ τὸ ἐπὶ Ἑζεκίου γενόμενον σημεῖον ἐξ οὐρανοῦ γεγονέναι, ὅτε ἀναποδίσαντος τοῦ ἡλίου ἔδραμεν εἰς τὰ ὀπίσω ἡ σκιὰ τοὺς δέκα ἀναβαθμούς. ἐκ βάθους δὲ ἦν σημεῖον καὶ τὸ ἐπὶ Σαοὺλ γενόμενον, ὅτε Σαμουὴλ μετὰ θάνατον αὐτοῦ προμηνύει. ὁμοίως ἐκ βάθους ἦν σημεῖον Ἰωνᾶς ἐκ τῆς κοιλίας τοῦ κήτους προϊὼν καὶ Νινευίταις ἀλλοφύλοις ἀνδράσιν κηρύττων. κελεύεται τοίνυν ὁ Ἄχαζ σημεῖον αἰτῆσαι, δι’ οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός. ἐξουσίαν τε αὐτῷ δίδωσιν ὁ θεὸς αἱρέσεως τοῦ σημείου, εἴτ’ ἐκ βάθους αἰτήσειεν αὐτῷ δοθῆναι τοῦτο, ἐκ βάθους οὐχ ἑτέρου ἢ τοῦ κατὰ τὸν ᾅδην· εἴτ’ ἐξ ὕψους, καὶ αὐτῶν τῶν ἄνω μετεώρων. ὁ δὲ ἀκούσας ἀναίνεται, ἅτε δὴ ἀσεβὴς ὢν καὶ μὴ πειθαρχῶν τῷ θεῷ κελεύοντι μηδὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ θεοῦ παραδοξοποιοῦ δυνάμεως. διό φησιν· Οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον. εἶθ’ ὁ προφήτης ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει φάσκων· Ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἐκάλει δὲ καὶ ἐν τοῖς ἀνωτέρῳ οἶκον Δαυὶδ τοὺς ἐκ τῆς διαδοχῆς Δαυὶδ κατάγοντας τὸ γένος, ἐν οἷς ἔλεγεν· καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυίδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ, πρὸς τὸν αὐτὸν τοίνυν οἶκον Δαυὶδ τὰ προκείμενα φάσκει μηκέτι τοῦ λόγου καταξιῶν τὸν Ἄχαζ. τίνα δέ ἐστιν ἃ πρὸς τὸν οἶκον Δαυὶδ ἀποκρίνεται; μὴ μικρόν φησίν ἐστιν τὸ παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἀνθ’ ὧν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἀκούσατε δή, οἶκος Δαυίδ· μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καίγε τὸν θεόν μου; ὁ δὲ Σύμμαχος· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου; ὁ δὲ Θεοδοτίων· καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ἐξ ὑμῶν ἀγῶνα παρέχειν ἀνθρώποις, ὅτι ἀγῶνα παρέχετε καίγε τῷ θεῷ μου; ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· οὐ παύσεσθέ ποτε τοῖς τοῦ θεοῦ ἀνθρώποις, λέγω δὲ τοῖς τοῦ θεοῦ προφήταις, κόπους καὶ μόχθους καὶ ἀγῶνας τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ δὴ καὶ αὐτὸν τὸν ἐμὸν θεόν, ὃν ὑμεῖς ἀγνοεῖτε, κοποῦτε σκυλμοὺς καὶ ἀγῶνας παρέχοντες τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις. ὁ μὲν γὰρ οἷα θεὸς δι’ ὑπερβολὴν φιλανθρωπίας σωτήριον σημεῖον αἰτεῖν παρ’ αὐτοῦ προστάττει, δι’ οὗ μέλλετε σωθήσεσθαι καὶ τῆς τῶν δύο βασιλέων τῶν ἐπιστρατευσάντων ὑμῖν ἀγωνίας ἀπαλλάττεσθαι. ὑμεῖς δὲ ἐπιμένοντες τῇ ἑαυτῶν μοχθηρίᾳ ἀγῶνα παρέχετε αὐτῷ καὶ κόπους ὁμοίως τοῖς αὐτοῦ προφήταις καὶ αὐτῷ χρώμενοι οἷς ἀπιστοῦντες ἐπιβουλὰς ἐμηχανήσασθε κατ’ αὐτῶν πολλάκις. Πλὴν εἰ καὶ ὑμεῖς τοιοῦτοι, ἀλλ’ αὐτὸς πάλιν οἷα θεὸς μιμούμενος ἑαυτὸν οὐ παρίησιν ὑμᾶς ἀπολλυμένους, τὸ δὲ σωτήριον σημεῖον καὶ μὴ βουλομένοις ὑμῖν παρέξει. τί δὲ τοῦτό ἐστιν; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις καὶ σημεῖον μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος· παρθένος γὰρ κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας καὶ θεὸν γεννήσει, σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. τοῦτον οὖν αὐτὸν τὸν μέλλοντα τοιαύτης λαγχάνειν γενέσεως θεὸν σημεῖον ὑμῖν σωτήριον ἐντεῦθεν ἤδη ὁ θεὸς παρέχει. ὃ δὴ καὶ εἰς βάθος ἐκταθήσεται καὶ εἰς ὕψος· εἰς βάθος μὲν δι’ ἣν ποιήσεται μέχρις ᾅδου κατάβασιν, εἰς ὕψος δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. σὺ τοιγαροῦν, ὁ οἶκος Δαυίδ, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ τοῦτον Ἐμμανουὴλ ἐπονομάζων, ὅπερ ἐκ τῆς ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· μεθ’ ἡμῶν γὰρ ὁ θεὸς δηλοῖ τοὔνομα. πιστεύων δῆτα τῷ σημείῳ θάρσει καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σαυτῷ, τὸν δὲ Ἐμμανουήλ, ὡς ἂν θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει. ἔνθα δὴ γενομένους ἐπιστῆσαι προσήκει ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ Δαυὶδ προστάττει τὸν ἐκ τῆς παρθένου γενησόμενον Ἐμμανουὴλ καλεῖν λέγουσα· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· σὺ γὰρ αὐτός, ὁ οἶκος Δαυίδ, ὁ νῦν τῷ προφήτῃ παρὼν καὶ τούτων ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον καλέσεις Ἐμμανουήλ, ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπικαλοῦ βοηθὸν σεαυτῷ συνεχῶς καὶ πολλάκις Ἐμμανουὴλ ὀνομάζων καὶ ὡς συνόντα σοι θεὸν τοῦτον ἀνακαλούμενος. εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ παρθένος τοῦτον κυήσει καὶ τέξεται. ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, παρ’ ᾧ καὶ ἑτέρῳ τότε χρήσεται ὀνόματι σωτηρίας ἐπωνύμῳ. ἀλλ’ ἐντεῦθεν ἤδη, σύ, ὁ οἶκος Δαυίδ, ἀγαθὸν σύνθημα παρὰ κυρίου λαβὼν ἀνακαλοῦ αὐτὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει ἐπίκλησις. εἰ μὲν οὖν εἴρητο· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτως τ’ ἂν ἀμφιλογίαν εἶχεν ὁ λόγος, ἐπεὶ μὴ Ἐμμανουήλ, ἀλλὰ Ἰησοῦς τὸ ὄνομα κέκληται τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντος πρὸς τὸν Ἰωσήφ· μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. εἰ οὖν Ἰησοῦς, ἀλλ’ οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ τῆς παρθένου γενόμενος κατὰ τὴν προφητείαν, πῶς ἂν ἐπηλήθευσεν τὸ λόγιον φῆσαν· καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ; διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων ἀνθρώπων τούτῳ καλεῖσθαι τῷ προσρήματι, ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος καὶ καλέσεις περιέχει. σὺ γάρ, ὁ οἶκος Δαυίδ, δι’ ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς Ἐμμανουὴλ κάλει καὶ τῆς τῶν πολεμίων ἐλευθερίας ἐπιγράφου τοῦτον αἴτιον, ἐκ παρθένου μὲν γενησόμενόν ποτε, ἤδη δὲ θεὸν ὄντα καὶ μεθ’ ἡμῶν ὄντα, ἐντεῦθέν τε ἤδη τὰ μεγάλα σοι πρὸς σωτηρίαν χαριούμενον. εἰ πιστεύων τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῖο βοηθὸν Ἐμμανουὴλ ὀνομάζων· τοιαύτης γὰρ ὥσπερ ἐπῳδῆς τινος χρεία σοι πρὸς τὸ μὴ δαίμοσιν βοηθοῖς προσέχειν, μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι καὶ διὰ τούτου σῴζεσθαι. οὗτος δεῖν αὐτὸς ὁ ταῦτα διὰ τοῦ προφήτου χρηματίζων, καὶ ταῦτα μὴ νοήσαντές τινες ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀντὶ τοῦ καλέσεις καὶ καλέσουσιν πεποιήκασιν, οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως ἅπαντες οἱ ἑρμηνευταὶ καὶ καλέσεις ἐκδεδώκασιν. ἀντὶ δὲ τοῦ· ἡ παρθένος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς νεᾶνις ὠνόμασται. οὐδὲν δ’ ἂν κωλύῃ καὶ νεᾶνιν λέγεσθαι τὴν παρθένον· εἰκὸς γὰρ μὴ ἀτελῆ παῖδα τὴν ἁγίαν παρθένον τὴν τὸν σωτῆρα κυήσασαν, νεᾶνιν δὲ τὴν ἡλικίαν καὶ τελείαν κόρην γεγονέναι. τοῦτο μὲν οὖν τὸ θαῦμα καιρῷ γενέσθαι θεσπίζει, πρὸς δὲ τὸν οἶκον Δαυὶδ σωτῆρος καὶ βοηθοῦ χρείαν ἔχοντα ἀναγκαίως ἐλέγετο· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ἐπικαλοῦ τοίνυν αὐτὸν οὐ πόρρω ἑστῶτά φησι, διὰ παντὸς δὲ παρόντα καὶ συνόντα τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ θαυμάζεις θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τροφῇ νηπιώδῃ χρήσεται· οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἀνθρώποις, οὐδὲ τῷ δοκεῖν ἔσται τὸ γινόμενον, ἀλλ’ ἀληθῶς τοιαύτην ὑπομενεῖ γένεσιν, ὡς κοινωνῆσαι νηπιώδῃ τροφῇ, βουτύρῳ λέγω καὶ μέλιτι ὁμοίως τοῖς λοιποῖς βρέφεσιν. τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν ἐκεῖνο ἂν εἴη, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν. σημαίνει δὲ ὁ λόγος ὡς καὶ παρ’ αὐτὴν τὴν γένεσιν διακριτικός τις ἦν καὶ ἀγαθῶν ποιητικὸς ὁ Ἐμμανουήλ, τὸ κριτικὸν ἐξ ἐκείνου κεκτημένος καὶ ἀποσειόμενος μὲν τὸ κακόν, μόνον δὲ τὸ ἀγαθὸν ἀποδεχόμενος· τοιαύτης γάρ φησιν ἔσται φύσεως καὶ ἐξ αὐτῆς γενέσεως. ἢ τὴν μέλλουσαν ἔσεσθαι τοῦ σωτῆρος ἡμῶν καθ’ ὅλου κρίσιν τὸ ῥητὸν εἴπωμεν διαγράφειν, καθ’ ἣν πάντα μὲν πονηρὸν ἄνδρα ἀποδοκιμάσει, μόνον δὲ τὸν ἀγαθὸν ὡς ἄξιον τῆς αὐτοῦ χάριτος ἀποδέξεται καὶ τοῦτο πράξει ἐξ αὐτῆς ἐκείνης τῆς νηπιώδους καταστάσεως καὶ ἐξ αὐτῆς γενέσεως. διὰ τοῦτο προσδοκᾶν ὀφείλεις σὺ αὐτός, ὁ Ἄχαζ, ἢ σύ, ὁ οἶκος Δαυίδ, καὶ πάντες ὑμεῖς οἱ τοῦ βασιλικοῦ γένους, ὡς ἥξει καιρός, καθ’ ὃν ἐπάξει ὁ θεὸς ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὸν λαὸν τὸν ὑμῖν ὑποχείριον καὶ ἐπὶ τὸν οἶκον τοῦ ὑμετέρου πατρός, δηλαδὴ τοῦ Δαυίδ, ἡμέρας τινάς, ὁποίων οὐδεπώποτε πεῖραν εἰλήφατε. καὶ μάλιστα ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον, ἀφελόντες μὲν αὐτὴν καὶ ἀποστήσαντες τῆς καθ’ ὑμῶν ὁρμῆς, εἰς ἑαυτοὺς δὲ αὐτὴν ἐπισπασάμενοι· ὑπερβάλλοντες γὰρ δυσσεβείᾳ τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦντας πρῶτοι τῶν πολεμίων ἐπειράθησαν ἀποστήσαντες αὐτοὺς τῆς κατὰ τοῦ οἴκου Δαυὶδ ὁρμῆς, ἐν δὲ τῷ σημανθέντι καιρῷ καὶ ταῖς ἐπαχθησομέναις ὑμῖν ἡμέραις. τίνα ποτὲ ἔσται, ἀκολούθως διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ καὶ τὰ ἑξῆς.