Ancient Greek · ~8 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.45
Not analysed yet
Σημαίνει δὲ διὰ τούτων ὁ λόγος Αἰγυπτίων ἀνδρῶν ἔφοδον, οὓς διὰ τὸ λύθροις καὶ αἵμασιν τοῖς κατὰ τὴν ἀκάθαρτον εἰδωλολατρίαν χαίρειν παραβάλλει μυίαις, οὕς φησιν ἥξειν ἐπὶ τὴν Ἰουδαίων χώραν οὐκ ἄνευ θεοῦ, νεύματι δὲ αὐτοῦ τοῦ κυρίου διεγείροντος καὶ ὥσπερ συρίγματι παρορμῶντος αὐτοὺς ἥκειν ἀπὸ τῆς Αἰγύπτου· καὶ οὐκ ἀπὸ πάσης ταύτης, ἀλλὰ ἐκ μέρους αὐτῆς. οὐ μόνον δὲ ταύταις ταῖς ἀποδοθείσαις Αἰγυπτιακαῖς μυίαις συριεῖν ὁ κύριος εἴρηται, ἀλλὰ καὶ τῇ μελίσσῃ τῇ κατοικούσῃ τὴν Ἀσσυρίων χώραν, δυνάμει δηλαδὴ πολεμικῇ, ἣν διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν μελίσσῃ ὁ λόγος ἀπείκασεν. καὶ ταύτας γοῦν φησι τὰς μελίσσας ἐπιτραπείσας μᾶλλον καὶ παρορμηθείσας ὑπὸ τοῦ συρίγματος τοῦ κυρίου ἐλεύσεσθαι ἀπὸ τῆς Ἀσσυρίων χώρας, εἶτ’ ἐλθούσας ἀναπαύσασθαι ἐν ταῖς φάραγξιν τοῦ Ἰουδαίων ἔθνους καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ καὶ οὕτως λήψεσθαι πάσας τὰς πόλεις αὐτῶν. καὶ τὰς χώρας ταύτας οὖν τὰς ὑμετέρας προσήκει ὑμᾶς ἀγωνιᾶν, ὦ οὗτοι, πρὸς οὓς ὁ παρών μοι λόγος ἐστίν, καὶ τὴν τῶν εἰρημένων Αἰγυπτίων τε καὶ Ἀσσυρίων ἄφιξιν χρὴ προσδοκᾶν καὶ δεδιέναι, ἀλλὰ μὴ τοὺς δύο τούτους βασιλεῖς, λέγω δὲ τὸν τῆς Σαμαρείας καὶ τὸν τῆς Δαμασκοῦ· δαλοὶ γὰρ οὗτοι καπνιζόμενοι καὶ μὴ κατέχοντες πῦρ διὰ τὸ ἐσβέσθαι αὐτῶν τὴν δύναμιν. ἡ μὲν οὖν προφητεία αὕτη πρὸς λέξιν δὲ καὶ πρὸς ἱστορίαν ἐπληροῦτο κατὰ τοὺς χρόνους τῆς πρώτης πολιορκίας τῆς Ἰερουσαλὴμ τῆς ὑπὸ Βαβυλωνίων γενομένης, καθ’ οὓς Αἰγύπτιοι μὲν οἱ καλούμενοι μυῖαι, ὅτε τούτων βασιλεὺς Φαραὼ Νεχαὼ ἐπελθὼν τῇ Ἰουδαίων χώρᾳ τὸν Ἰωσίαν βασιλέα τῆς Ἰερουσαλὴμ θεοφιλῆ ἄνδρα ἀναιρεῖ. εἶτα οὐκ εἰς μακρὸν ὁ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορ σὺν μεγάλῃ στρατιᾶς δυνάμει ἐπελθών, τήν τε πόλιν αὐτῶν ἐκ βάθρων εἷλεν καὶ τὸν νεὼν ἐπυρπόλησεν, τὸ δὲ πᾶν ἔθνος ἐξανδραποδισάμενος καὶ τὰς λοιπὰς δῃώσας πόλεις, Ἀσσυρίους οἰκήτορας τῆς Ἰουδαίων χώρας κατέστησεν. τηνικαῦτα γοῦν ἐπληροῦτο τὰ μετὰ χεῖρας θεσπίσματα, ὁπηνίκα αἱ πολεμικαὶ μέλισσαι ἐκ τῆς Ἀσσυρίων χώρας μετοικισθεῖσαι εἰς ἔσχατα ἐρημίας τὴν Ἰουδαίων χώραν περιελθοῦσαν κατῴκησαν νάπας καὶ φάραγγας καὶ σπήλαια καταλαβοῦσαι τῷ τὰς πόλεις δεδῃῶσθαι τούτοις ἑξῆς ἐπιλέγεται.