Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.46
Not analysed yet
Ἐπειδὴ τὰ συμβησόμενα τῇ Ἰουδαίων χώρᾳ προεφώνησεν ὁ λόγος καὶ ὡς τὸ πᾶν ἔθνος αὐτῶν κατὰ τὰς θεσπισθείσας ἡμέρας, ἃς ἐπάξειν αὐτοῖς εἴρηται, ὥς ποτε μὲν ταῖς Αἰγυπτιακαῖς μυίαις παραδοθήσεσθαι, ὡς ὑπὸ χειρὶ γενέσθαι τῷ Αἰγυπτίων βασιλεῖ τὸν εὐσεβέστατον Ἰωσίαν, ποτὲ δὲ ταῖς Ἀσσυρίων μελίσσαις αἱ πάσης τῆς Ἰουδαϊκῆς χώρας κατακρατήσασαι τὰς ἐρήμους αὐτῶν καὶ τὰς φάραγγας καὶ τὰ σπήλαια καὶ πᾶν ξύλον καθέξουσιν, ἐνταῦθά τε ἐπὶ σχολῆς καὶ ἀφόβως σὺν ἀμεριμνίᾳ τῇ πάσῃ ἀναπαύσονται. ἀκολούθως μετὰ τὴν τούτων πρόρρησιν τῆς Ἀσσυρίων καὶ Χαλδαίων ἀρχῆς τὴν καθαίρεσιν διὰ τῶν προκειμένων φωνῶν θεσπίζει. παρέτειναν μὲν γὰρ Ἀσσύριοι κρατοῦντες τῆς Ἀσίας, πάσης Αἰγύπτου τε καὶ Λιβύης καὶ τῶν πλειστῶν μερῶν τοῦ παντὸς ἐφ’ ὅλοις ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. μεγάλη τε ἦν καὶ ἄμαχος ἡ τούτων δυναστεία, οὐ πρότερόν τε αὕτη πέπαυτο καταλυθεῖσα ἢ πολιορκῆσαι τὰ Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ νεὼν ἐμπρῆσαι, τά τε ἅγια σκεύη καὶ πάντα τὰ ἐν τῷ ἱερῷ ἀναθήματα ἀπαγαγεῖν εἰς Βαβυλῶνα καὶ ἀναθεῖναι τοῖς ἑαυτῶν εἰδώλοις· τούτων γὰρ πραχθέντων οὐκ εἰς μακρὸν Μῆδοι μὲν τὴν Ἀσσυρίων καθαιροῦσιν ἀρχήν. Περσῶν δὲ πρῶτος βασιλεύει Κῦρος, ὁ καὶ τοῖς αἰχμαλώτοις τῶν Ἰουδαίων ἐλευθερίαν χαρισάμενος, συγχωρήσας τε τοῖς ἐθέλουσιν αὐτῶν ἐπάνοδον ἐπὶ τὴν Ἰουδαίων γῆν ποιήσασθαι καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνοικοδομεῖν, ὁ καὶ τὰ ἀναθήματα καὶ τὰ ἱερατικὰ σκεύη τὰ πάλαι ληφθέντα ἀποδοὺς καὶ ἀνατεθῆναι κελεύσας ἐν τῷ κατασκευαζομένῳ ἱερῷ. ἀλλὰ τούτων οὕτως ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποτελεσθέντων τὸ προφητικὸν πνεῦμα διὰ Ἠσαΐου προλαμβάνον τῶν μελλόντων ἔσεσθαι τὴν πρόγνωσιν θεσπίζει διὰ τῶν μετὰ χεῖρας, τί συμβήσεται τῇ Ἀσσυρίων ἀρχῇ μετὰ τὴν ἔφοδον, ἣν ποιήσονται αἱ προλεχθεῖσαι μέλισσαι ἐκ τῆς αὐτῶν χώρας ἐπιβᾶσαι τῇ Ἰουδαίων γῇ. διό φησιν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμισθωμένῳ τοῦ βασιλέως Ἀσσυρίων, οὐ τὴν κεφαλὴν μόνον τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν Ἀσσύριοι, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, καὶ τὸν πώγωνα, τοῦτ’ ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον. ξυρὸν δὲ μεμισθωμένον ὑπὸ τοῦ κυρίου ὁ προφητικὸς ἀπεκάλεσε λόγος στερρόν τι πολεμίων γένος, δι’ οὗ τὸν βασιλέα τῶν Ἀσσυρίων, δηλαδὴ τὴν πᾶσαν αὐτῶν βασιλείαν τε καὶ δυναστείαν ξυρήσειν ἔφη θεόν, ὡς ταπεινὴν αὐτὴν καὶ ἄνανδρον καὶ ἄκοσμον καὶ ἀσχήμονα ἀποδειχθῆναι. ὃ δὴ καὶ αὐτὸ τέλους τετύχηκεν νεύματι θεοῦ καὶ κρίσει Μήδων ἐπελθόντων καὶ τὴν Ἀσσυρίων καταλυσάντων ἀρχὴν καὶ διαλαβόντων Περσῶν τὴν καθ’ ὅλης τῆς Ἀσίας κράτησιν.