Ancient Greek · ~9 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.49
Not analysed yet
Ἔτι καὶ ταῦτα περὶ τῆς αὐτῆς ὑποθέσεως προφητεύεται, διὸ εἴρηται· καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι· πρὸς γὰρ τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα τῷ προφήτῃ, ἀλλ’ οὐ τῷ παντὶ λαῷ λέγει διδάσκων, ὅτι μὴ ἔπραττεν ὁ λαὸς τὸ κεκελευσμένον· ὁ προσταχθεὶς γὰρ μὴ φοβεῖσθαι ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων, μηδ’ ἀγωνιᾶν τοὺς δύο βασιλεῖς τοὺς προδηλωθέντας, μόνον δ’ ἐπικαλεῖσθαι τὸν Ἐμμανουὴλ πιστεύοντας τῷ τοῦ θεοῦ προστάγματι, τοῦτο πράττειν οὐκ ἐβούλετο, ἠγάπα δὲ μᾶλλον δουλεύειν τοῖς προλεχθεῖσι βασιλεῦσι, καὶ ταῦτα πολεμίοις οὖσιν ἢ πιστεύειν τῷ θεῷ καὶ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι. διὸ λέλεκται τῷ προφήτῃ· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ. τί δὲ τοῦτο ἦν τὸ ὕδωρ τοῦ Σιλωάμ, ἀλλ’ ἢ ὁ ἐπηγγελμένος αὐτοῖς Ἐμμανουήλ, πηγὴ τυγχάνων ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, καὶ πηγὴ ὕδατος πορευομένου ἡσυχῇ· ἔτι γὰρ τότε λανθανόντως καὶ ἡσύχως συνεπορεύετο τῷ λαῷ, ἀρδεύειν αὐτῷ καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχάς, καὶ μηδέπω κηρυττόμενος εἰς πάντα τὰ ἔθνη. διὸ καὶ κέκληται προσφυῶς ὕδωρ τὸ πορευόμενον ἡσυχῇ καὶ πηγὴ τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ κυρίου λαὸς οὐ βουληθεὶς πιστεῦσαι τῷ προστάγματι καὶ τὸν Ἐμμανουὴλ καλεῖν, ὃς ἦν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἔρημος αὐτοῦ γίνεται. Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ τῆς Δαμασκοῦ καὶ τῷ βασιλεῖ τῆς Σαμαρείας πολεμίοις οὖσιν ἢ πράττειν τὰ κεκελευσμένα· τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτοὺς ὑποχειρίους ἔσεσθαι, ἀλλὰ τῷ τῶν Ἀσσυρίων βασιλεῖ ,ὃν καὶ ὕδωρ τοῦ ποταμοῦ ἰσχυρὸν καὶ πολὺ ὀνομάζει, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῇ, τὸ ὕδωρ ἀντέθηκε τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ· ἦν δὲ οὗτος ὁ βασιλεὺς τῶν Ἀσσυρίων. διό φησι καὶ τὴν Ἰουδαίαν ἀναβήσεσθαι καὶ περιπατήσειν ἐπὶ πᾶν τεῖχος αὐτῶν καὶ ἀφελεῖν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, ὡς μηκέτι κεφαλὴν αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τοῦτ’ ἔστιν ἄρχοντας καὶ βασιλέας. τοσοῦτον δὲ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει ὡς πᾶν τὸ πλάτος τῆς Ἰουδαϊκῆς χώρας πληρώσειν, ὅπερ δι’ ἔργων ἐχώρει κατὰ τὴν ἱστορίαν ἐπὶ τῶν Ἰερεμίου τοῦ προφήτου χρόνων, καθ’ οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς τέλος ἐπῆγε τοῖς προηγορευμένοις.