Ancient Greek · ~7 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.50
Not analysed yet
Καὶ ταῦτα τῆς περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται ὑποθέσεως· ἄρχεται γοῦν ἀπὸ τοῦ Ἐμμανουήλ, ὅπερ ἐστὶ μεθ’ ἡμῶν ὁ θεός. ἡ γοῦν Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ μεθ’ ἡμῶν ὁ θεός, Ἐμμανουὴλ περιέχει, καὶ αὖθις πρὸς τῷ τέλει ἐν τῷ λέγεσθαι· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ θεός, πάλιν Ἐμμανουὴλ εἴρηται. διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν Ἐμμανουήλ, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν Ἐμμανουὴλ ἀλλότριον ἑαυτὸν καθιστὰς τῶν προκατηγορηθέντων, οἷς καὶ τὴν ἔφοδον τῶν Ἀσσυρίων ἠπείλησε. τοῖς μὲν οὖν ἀπίστοις τὰ προλεχθέντα ἠπείλησεν, αὐτὸς δὲ ὁ προφήτης ἀνακαλεῖται τὸν Ἐμμανουὴλ ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων λέγων· μεθ’ ἡμῶν ὁ θεός. εἶτ’ ἐπιστρέφει τὴν διάνοιαν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τούτοις ἐπιγνῶναι τὸν Ἐμμανουὴλ παρακελεύεται λέγων· γνῶτε ἔθνη. τί δὲ γνῶτε ἔθνη; αὐτὸν τὸν Ἐμμανουήλ· ὁ γὰρ ἐκ περιτομῆς λαὸς οὔτε ἔγνω αὐτὸν οὔτε συνῆκεν οὔτε πιστεῦσαι ἐβουλήθη τῇ προφητείᾳ, ἀλλ’ οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. ὑμεῖς δὲ τὰ ἔθνη γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου καὶ συνέντες αὐτόν, μὴ τολμᾶτε ἀνθίστασθαι, νικᾶσθε δὲ ἡττώμενοι. ἐπακούσατε τοῦ προστάγματος πάντες ὑμεῖς οἱ μέχρι ἐσχάτου τῆς γῆς οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοί, παραχωρεῖτε τῷ λόγῳ νικώμενοι καὶ ἡττώμενοι. καὶ τοῦτο πράξατε προθύμως εἰδότες, ὅτι κἂν μὴ ἐθελήσητε ἄκοντες ἡττηθήσεσθε. εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ θεοῦ κλήσει μηχανάς τινας καὶ ἐπιβουλὰς τυρεύοιτε κατὰ τοῦ καλοῦντος ὑμᾶς λόγου, μάταια πονοῦντες ἐλεγχθήσεσθε. πᾶσαν γὰρ ὑμῶν τὴν βουλὴν ἣν ἂν βουλεύσησθε, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε ἀπειλοῦντές τινα πράξειν ἐναντία τῷ Ἐμμανουὴλ οὐ μὴ ἐμμείνῃ ὑμῖν. καὶ ταῦτά φαμεν, ἐπεὶ μεθ’ ἡμῶν ἐστιν ὁ Ἐμμανουήλ. ταῦτα μὲν οὖν πρὸς τὰ ἔθνη ἐκ προσώπου τῶν προφητῶν λέλεκται, μεταβαλὼν δὲ πάλιν ὁ λόγος περὶ τῶν μηδέπω βουληθέντων τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι τάδε φησίν.