Ancient Greek · ~11 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.52.1
Not analysed yet
Ἀντὶ τοῦ· Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδάγμασί μου, ὁ δὲ Θεοδοτίων· δῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδακτοῖς μου, καὶ ὁ Ἀκύλας ὁμοίως· δῆσον τὸ μαρτύριον, σφράγισαι νόμον ἐν τοῖς διδακτοῖς μου. λέγει δὲ ταῦτα ὁ κύριος μετὰ τὰ προειρημένα περὶ τῶν δύο οἴκων τοῦ Ἰσραὴλ καὶ περὶ τῶν κατοικούντων ἐν Ἰερουσαλήμ, ἐπειδὰν ἐκείνοις φησὶ τὰ προλεχθέντα συμβῇ. τότε δῆσον τὸ μαρτύριον, σφράγισον τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οὐκέτι γὰρ ἔσται χρεία τοῦ Μωσέως νόμου οὐδὲ τῶν παρ’ αὐτῷ μαρτυρίων διὰ τὸ καινὴν λοιπὸν διδασκαλίαν διὰ τῆς καινῆς διαθήκης παραδιδόναι τοῖς διδακτοῖς αὐτοῦ, δηλαδὴ πᾶσι τοῖς ἐξ ἐθνῶν ἐπὶ τὴν αὐτοῦ διδαχὴν κεκλημένοις, οἵτινες φανεροὶ τότε ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτόν· οἱ γὰρ τὸ εὐαγγέλιον παραδεξάμενοι καὶ ζῆν δεδιδαγμένοι κατὰ τὴν καινὴν διαθήκην, ὥσπερ σφραγῖδας ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν ἅτε οὐκέτ’ ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ δὲ τὴν διὰ Ἰησοῦ Χριστοῦ περιμένοντες χάριν ἐροῦσι Περιμενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. διὸ καὶ ἁγίασμα αὐτῶν γίγνεται, καθ’ ἣν πεποίηται ἐπαγγελίαν φήσας· κἂν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα . κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐροῦσι Προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ ἀναμενῶ αὐτόν· τίνες δὲ ταῦτα ἐροῦσι, διδάξει ἐπιφέρων· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. τὰ μὲν οὖν Ἰουδαϊκὰ παιδία σωματικὰ ἦν ἐξ ἀνδρὸς καὶ γυναικός, τὰ δὲ αὐτοῦ τοῦ ταῦτα χρηματίζοντος κυρίου οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν, τοῦ πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα, ἃ μηκέτι τῷ διὰ Μωσέως προσέχοντα νόμῳ περιμένει τὸν κύριον καὶ εἰς αὐτὸν πέποιθεν. οὐ μόνον δὲ τὰ παιδία ταῦτά φησιν ἐκ θεοῦ μοι παραδόξως δέδοται, ἀλλὰ καὶ ἄλλα πλεῖστα σημεῖα καὶ τέρατα, ἃ γενήσεται ἐν τῷ οἴκῳ Ἰσραὴλ κατὰ τοὺς προφητευομένους χρόνους. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι δέδωκε κύριος εἰς σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραήλ· ταῦτα γάρ φησι τὰ παιδία, ἃ δέδωκέ μοι ὁ θεὸς εἰς τὸ δι’ αὐτῶν ποιεῖν σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραήλ. ἐπληροῦτο δὲ καὶ ταῦτα ὅτε ὁ σωτὴρ τοῖς αὐτοῦ παιδίοις, μαθηταῖς δηλαδὴ καὶ ἀποστόλοις, ἐδίδου ἐξουσίαν τοῦ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, παρῄνει τε αὐτοῖς πορεύεσθαι πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακὼβ μετὰ τοῦ ποιεῖν σημεῖα καὶ τέρατα. διὸ ἐπήγαγεν· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. ταῦτα δὲ πάντα ἐγίγνετο παρὰ κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. δεδήλωται δὲ διὰ τῶν ἔμπροσθεν, τίς ἦν οὗτος καὶ ὁποῖον τὸ κατοικητήριον αὐτοῦ τὸ ἐν τῷ ὄρει τῷ ἐπουρανίῳ, περὶ οὗ φησιν ὁ Ἀπόστολος· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.