Ancient Greek · ~9 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.51a
Not analysed yet
Ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· τάδε φησὶ εἶπε κύριος πρός με ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέ με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου λέγων· οὐκ ἐρεῖτε ἄνταρσις εἰς πᾶν ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος ἄνταρσις. ὃ δὲ λέγει τοιοῦτόν ἐστι τῇ ἑαυτοῦ χειρὶ ὁ κύριος ἐπιλαβόμενος ἀπέστησε καὶ ἀφώρισε τὸν ἑαυτοῦ προφήτην, ἐμὲ τοῦ μὴ τὴν αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ τῷ μὴ βουληθέντι τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι. ἀπέστησε δέ με λέγων· οὐκ ἐρεῖτε ἄνταρσις· οὗτοι μὲν γὰρ οἱ τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι παραιτησάμενοι ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν, ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Εἰ δὲ μόνον αὐτὸν ἔχοις σεαυτοῦ φόβον, εἴης τε πεποιθὼς ἐπ’ αὐτῷ, θάρσει, εὖ εἰδώς, ὅτι ἔσται σοι εἰς ἁγίασμα, ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ ἁγιάσματος. ἁγίασμα δὲ ἐκαλεῖτο παρ’ Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ’ αὐτοῖς νεὼς καὶ τούτου τὰ ἐνδοτάτω. ἔσται τοίνυν σοι τῷ ἐλαυνομένῳ μὲν ὑπ’ ἐκείνων, πεποιθότι δὲ ἐπὶ τὸν κύριον ἁγίασμα, οὐχ ὁ σωματικὸς ναός, ἀλλ’ αὐτὸς ὁ κύριος ἁγιάζων σε, ἐὰν πεποιθὼς ᾖς ἐπ’ αὐτόν. διὸ μηδὲν φοβούμενος τὸν λαὸν τοῦτον, ἀναχώρει αὐτοῦ, πίστευε δὲ καὶ θάρσει τῷ σῷ φόβῳ· ἕξεις γὰρ αὐτὸν ἁγίασμα ,οὐχὶ δὲ ὡς λίθῳ προσκόμματος προσκόψεις ἐν αὐτῷ οὐδὲ συναντήσεις αὐτῷ ὡς πέτρας πτώματι· τοιοῦτος γὰρ ἔσται τῷ οἴκῳ Ἰακὼβ διὰ τὴν ἀπιστίαν αὐτῶν· ὡς γὰρ ἐν παγίδι καὶ ἐν κοιλάσματι οἰκοῦντες οἱ ἐν Ἰερουσαλὴμ διὰ τὸ ἀπειθεῖν τῇ ἰσχυρᾷ χειρὶ τοῦ κυρίου ἔσχον αὐτὸν λίθον προσκόμματος καὶ πέτραν πτώσεως, μὴ ὄντα τῇ φύσει τοιοῦτον· τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν ἁγίασμα τυγχάνει. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ὀνομάζει. καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι τοῖς καθημένοις ἐν Ἰερουσαλὴμ καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ, τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν ἁγίασμα ἔσεσθαι διδάσκει. πῶς οὖν ἐγένετο λίθος προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς εἰρημένοις ὁ Ἐμμανουὴλ ἢ διὰ τῆς ἐκ παρθένου κυήσεως; ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ταῦτα διδάσκων ἔλεγεν· Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία. δύο δὲ ἦσαν οἶκοι Ἰσραήλ· εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, θάτερος δὲ ὁ τῶν ἀρχομένων. τούτοις δὲ τοῖς δυσὶν οἴκοις, δηλαδὴ ἀθρόως τῷ ὅλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν κύριον αὐτὸν εἰς παγίδα καὶ εἰς σκάνδαλον ἔσεσθαί φησιν.