Ancient Greek · ~14 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.58.1
Not analysed yet
Μετὰ τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ἀκολούθως ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας· ἦσαν δὲ οὗτοι Ἀσσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. ὅτι δὲ ἀπῆκτο ὑπὸ Ἀσσυρίων ὁ λαὸς καὶ πεπολιόρκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν Ἀσσυρίων βασιλέως· καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι, καὶ πάλιν· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἰερουσαλήμ. καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι ἐν ταῖς ἡμέραις Ἄχαζ ἀνέβη ὁ βασιλεὺς τῶν Ἀσσυρίων εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτήν· καὶ τέως μὲν μέρος τι τοῦ λαοῦ ᾐχμαλώτισεν, ἐπὶ δὲ Ἑζεκίου τοῦ τὸν Ἄχαζ διαδεδεγμένου πάντα τὸν λαὸν ἀπῴκισεν εἰς Ἀσσυρίους. τοιαῦτα δὴ πραξάντων τῶν Ἀσσυρίων ὁ παρὼν λόγος ὡς πρὸς αὐτοὺς τὰ προκείμενα διεξέρχεται λέγων ῥάβδου παιδευτικῆς καὶ ἐπιστρεπτικῆς πεῖραν ἐχρῆν λαβεῖν τὸν μὴ διὰ τῶν προφητικῶν λόγων σωφρονισθέντα λαόν· διόπερ ἤγειρα κατ’ αὐτοῦ τοὺς Ἀσσυρίους ὥσπερ ἐμῇ ῥάβδῳ, παραδιδοὺς αὐτὸν ταῖς τῶν Ἀσσυρίων χερσίν, ὅπως δι’ αὐτῶν ἡ ὀργὴ καὶ ὁ θυμός, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, μετέλθοι αὐτούς. ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ ὀργὴν διὰ τῶν Ἀσσυρίων εἰς τὸ ἄνομον ἔθνος ἀπέστελλον, ὃ δὴ ἐνομίζετο εἶναι ἐμὸς λαός, συνεχώρησά τε καὶ πολεμῆσαι καὶ σκυλεῦσαι καὶ διαρπάσαι αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ πάσας καθελεῖν ὡς ἔδαφος αὐτὰς καὶ εἰς κονιορτὸν χωρῆσαι. Ὁ δὲ Ἀσσύριος τὴν παρ’ ἐμοῦ λαβὼν ἐξουσίαν οὐχ οὕτως ἐνεθυμήθη, ἀλλ’ ὑπερήρθη τῷ λογισμῷ ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. εἶτα μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς ἂν τοῦ κρείττονος καὶ θεῷ ἀνακειμένου κρατήσας. διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν καὶ λεγόντων· Σὺ μόνος εἶ ἄρχων, ἀποκρίνεται πρὸς αὐτοὺς λέγων· μήπω με καλεῖτε ἄρχοντα μηδὲ κύριον, ἐπεὶ μηδέπω πάσας εἴληφα τὰς ἁπανταχοῦ χώρας, οὔτε γὰρ τὴν ἐπάνω Βαβυλῶνος οὔτε τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη κατὰ τὸν χρόνον τῆς διασπορᾶς τῶν γλωσσῶν, ὑποχειρίους πεποίημαι. μικραὶ δὲ αὗται καὶ βραχεῖαι σφόδρα τυγχάνουσιν, ὧν τέως περιγέγονα, Ἀραβίας γὰρ καὶ Δαμασκοῦ καὶ Σαμαρείας τέως κεκράτηκα, πλὴν ἀλλ’ ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι. τοιαῦτα καταλαζονευσαμένων τῶν Ἀσσυρίων εἰκότως ὁ προφητικὸς λόγος τὰ παρόντα πρὸς αὐτοὺς ἀποτείνεται καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν λέγων· Οὐαὶ Ἀσσυρίοις, ὅτι οὐ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ ὀργὴ ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ἀρχῆς δέδωκεν. οἱ δὲ μὴ λογισάμενοι τοῦτο τῇ ἑαυτῶν δυνάμει τῶν ἐθνῶν κεκρατηκέναι ὑπέλαβον. καὶ ταῦτα μὲν περὶ τούτων, τὰ δ’ ἑξῆς ἐπιφερόμενα αὐτὸς ὁ θεὸς κατὰ τῆς Ἰερουσαλὴμ ἀπειλεῖ λέγων· ὀλολύξατε, γλυπτὰ ἐν Ἰερουσαλήμ· ὃν τρόπον γὰρ ἐποίησα τῇ Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. ὅπως δὲ κατὰ τὴν βασιλείαν Ἄχαζ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπ’ αὐτῆς τῆς Ἰερουσαλὴμ εἰδωλολάτρουν οἱ τοῦ καλουμένου λαοῦ Ἰούδα ἡ γραφὴ τῶν Βασιλειῶν διδάσκει. τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τῇ Ἰερουσαλὴμ πείσεσθαι ὁ λόγος ἀπειλεῖ, προλέγει τε ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτούς· οὐ γὰρ ὁ Ἀσσύριός φησιν ἐποίησεν τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ’ ἐγὼ ὁ θεὸς διὰ τὰς τῶν οἰκητόρων ἀσεβείας. οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἰερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς ἂν τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσιν. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑνδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.