Ancient Greek · ~25 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.59.1
Not analysed yet
Προδιδάξας ὁ λόγος τὴν ἅλωσιν τῆς Σαμαρείας τὴν ὑπὸ Ἀσσυρίων γενομένην καὶ τὰς κατὰ τῶν Ἀσσυρίων ἀπειλάς, τὰ ἴσα τε πείσεσθαι καὶ τὴν Ἰερουσαλὴμ διὰ τὰς ὁμοίας εἰδωλολατρίας θεσπίσας, ἀκολούθως διὰ τῶν προκειμένων διδάσκει, ὅτι τέως μὲν οἱ Ἀσσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα προδεδήλωται ἀπηυθαδίσαντο τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν Δαμασκόν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι τινὸς καιροῦ, μεθ’ ὃν οὐκέτι συστήσεται αὐτῶν ἡ ἀρχὴ τῆς μακρᾶς καὶ πολυετοῦς αὐτῶν βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης. τίς δ’ ἂν γένοιτο οὗτος ὁ καιρός, διασαφεῖ λέγων· καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐπὶ Ἰερουσαλήμ· ὅταν γὰρ συντελέσῃ καὶ ἐπὶ πέρας ἀγάγῃ πάντα ποιῶν ὁ κύριος ὅσα ὥρισεν. ὥρισε δὲ τὰ ἐν ταῖς προφητείαις φερόμενα καὶ τὰ ἐν ταῖς ἱεραῖς γραφαῖς γεγραμμένα περὶ τῶν συμβεβηκότων τοῖς τόποις, τὸ τηνικαῦτά φησιν ἐπάξειν ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπισκέψομαί φησιν ἐπὶ τὸν καρπὸν τῆς εὐφροσύνης τῆς καρδίας βασιλέως Ἀσσυρίων καὶ ἐπὶ τὸ καύχημα τοῦ ὕψους τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ γὰρ καὶ οὗτος μὴ δοὺς δόξαν τῷ θεῷ μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν κατὰ τὸν Σύμμαχον· ἐν τῇ δυνάμει τῆς χειρός μου ἐποίησα, συνετὸς γάρ εἰμι, καὶ μετῆρα ὅριον λαῶν καὶ τοὺς βασιλεῖς αὐτῶν συνέχεον καὶ κατήγαγον ὡς δυνατὸς τοὺς κατοικοῦντας. καὶ εὗρεν ὡς νοσσιὰν ἡ χείρ μου πᾶσαν τὴν δύναμιν τῶν λαῶν, καὶ ὡς συνάγεται ᾠὰ καταλελειμμένα πᾶσαν τὴν γῆν ἐγὼ συνήγαγον. πρὸς τοῦτον τοιγαροῦν τὸν ὑπερήφανον λογισμόν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Μήδων καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων· οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ἀσσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευσάμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον. Εἶτ’ οὖν πρὸς τοῦτον ἢ πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἰερουσαλὴμ καὶ τὸν νεὼν ἐμπρήσαντα, πάντα τε τὰ ἐν αὐτῷ ἱερὰ σκεύη τε καὶ ἀναθήματα ἑλόντα καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ τῇ Βαβυλῶνι, ὡς πρὸς δεινὰ καὶ ἀπονενοημένα τοιαῦτα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὡς οὔτε πέλυξ ἑαυτόν ποτε κινήσειεν ἐπὶ κοπῇ ξύλου μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε πρίων διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα μηδενὸς ἕλκοντος, οὔτε ῥάβδος τύψειεν ἄν τινα, οὔτε ξύλον πλήξειεν αὐτομάτως κινούμενα; χρῆν οὖν λογίσασθαι, ὅτι μηδὲ σοὶ διακόνῳ ὄντι τῆς τοῦ θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις ὡς μυρίων ἐθνῶν κατακρατῆσαι καὶ τοὺς δὲ μὲν ἐγκόπτειν, τοὺς δὲ τέμνειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι καὶ μυρία πλήθη καταστρωννύναι παντὸς πρίονος καὶ πελέκυος καὶ ῥάβδου χείρονι γιγνομένῳ, εἰ μὴ κύριος ἦν ὁ τῇ σῇ χειρὶ παραδοὺς τοὺς τούτων ἀξίους. νυνὶ δὲ μηθὲν τούτων λογισάμενος, ἐπῆρας σαυτὸν ὡς ὑπολαβεῖν ἑαυτὸν εἶναι τὸν μέγαν νοῦν· οὐ γὰρ ἔθου πρὸ ὀφθαλμῶν τὴν εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, τὸν ἀνώτατον δὲ νοῦν καὶ πάντων μέγιστον νομίσας εἶναι σεαυτόν, ὑπερηφάνοις τε ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ θεοῦ, διενοήθης τὰ ὅρια τῶν ἐπὶ γῆς ἐθνῶν συγχεῖν, ἃ ὁ θεὸς διώρισε καὶ διέταξε καλῶς, ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. σὺ δὲ τῇ σαυτοῦ σοφίᾳ καὶ τῇ πεπλανημένῃ συνέσει ᾠήθης δύνασθαι μεταθεῖναι μὲν τοὺς ὑπὸ τοῦ θεοῦ εὖ διατεταγμένους ὅρους, ὑποχείριον δὲ σαυτῷ τὴν οἰκουμένην ποιήσασθαι· μηδένα γὰρ ἐφορᾶν καὶ ἀντιλαμβάνεσθαι μηδὲ θεῷ μέλειν τῶν ἐπὶ γῆς ἀνθρώπων ἐνόμισας, διὸ ὥσπερ νεοττῶν ἐρήμων, ἢ δίκην ᾠῶν καταλελειμμένων ὑπέλαβες κρατήσειν τῶν ἐπὶ τῆς οἰκουμένης ἐθνῶν. Δεῖ οὖν ὀρθῷ λογισμῷ διανοηθῆναι, ὅτι καὶ αὐτῶν ὧν ἐκράτησας οὐκ ἄνευ θεοῦ νεύματος περιεγένου· πόθεν γάρ σοι παρῆν τοσαύτη ἐξουσία μὴ τοῦ θεοῦ συγκεχωρηκότος καὶ ὥσπερ ὀργάνῳ χρησαμένου σοι ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῶν ἐπιστροφῆς δεομένων; ἀλλ’ ἐπεὶ μὴ οὕτως ἐλογίσω καὶ οὐδ’ ἐπέγνως τὸν τῆς τοσαύτης σοι γενόμενον ἐξουσίας αἴτιον, τούτου χάριν γίνωσκε ὡς αὐτὸς ὁ κύριος σαβαώθ, ὁ πάσης δυνάμεως καὶ ἀγγελικῆς στρατιᾶς δεσπότης, ἀποστελεῖ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ αὐτὸς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν θεὸς καὶ ὁ ἁγιάζων αὐτὸν σοὶ τῷ ὑπερηφάνῳ γιγνόμενος πῦρ. ἀντὶ δὲ τοῦ· καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, ὁ Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγα. σοὶ γάρ φησι τῷ Ἀσσυρίῳ ἀσεβῆ καὶ ὑπέρογκα λογίσασθαι τετολμηκότι ὁ ἅγιος τοῦ Ἰσραὴλ καὶ ὁ πάλαι φῶς αὐτοῦ γεγονὼς εἰς φλόγα καὶ εἰς πῦρ γενήσεται. βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τοὺς ἡγουμένους αὐτῆς καὶ τῶν ἄλλων ὑπερέχοντας, καθάπερ βουνοὺς ἢ ὄρη. ἀλλ’ οὗτοι μὲν ἀποσβεσθήσονται, τοῦτ’ ἔστιν οἱ πάλαι δεινοὶ καὶ θερμοί, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται· καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σῶμα. ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαί, παντὶ τοῦτο σαφές· ὑπεμφαίνει δὲ διὰ τούτων τῆς ψυχῆς τὸ εὐσθενές. ἀντὶ δὲ τοῦ· καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην, ὁ Σύμμαχος καὶ καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ εἴρηκεν καὶ τὰ πεφυλαγμένα αὐτοῦ ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ καὶ τοῦ Καρμήλου αὐτοῦ ἀπὸ ψυχῆς ἕως σαρκὸς ἀναλωθήσεται, καὶ ἔσται ὡς τετηγμένος φεύγων, τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. δρυμὸν δὲ λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ δηλοῖ, Κάρμηλον δὲ αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ πάντα ἀναλωθήσεσθαί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. ἐπειδὰν δὲ ταῦτα αὐτῷ συμβῇ, δρασμῷ χρησάμενος φεύξεται, οἵ τε σὺν αὐτῷ πάντες τοῦτο πράξουσιν. εἰ δέ που βραχεῖς τινες καταλειφθεῖεν, τοσοῦτοι ἔσονται ὡς δύνασθαι καὶ τὸ τυχὸν παιδίον τὸν ἀριθμὸν αὐτῶν παραλαβεῖν καὶ γραφῇ παραδοῦναι τοῦ λοιποῦ πλήθους ἀπολωλότος. ταῦτα μὲν καὶ πρὸς λέξιν εἴρηται καὶ πρὸς διάνοιαν· πρὸς μὲν λέξιν ἀνενηνεγμένα ἐπὶ τὸν Ναβουχοδονόσορ τὸν ἐμπρήσαντα τὸν ναὸν καὶ τὴν πόλιν, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν ἀντικειμένην δύναμιν τὴν τοῦ Ἀσσυρίων ἔθνους, ἡγουμένου τὸ πρὶν ὅτ’ αὐτοῖς ἤνθει καὶ ἤκμαζε τὰ τῆς βασιλείας, ἧς τὰ λελεγμένα ἐν τῇ προφητείᾳ παθούσης, καθῃρέθη μὲν αὐτίκα ἡ τῶν Ἀσσυρίων δυναστεία. Μῆδοι δὲ καὶ Πέρσαι διεδέξαντο τὴν ἀρχήν.