Ancient Greek · ~74 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.75.1
Not analysed yet
Τοῦτο πεπληρῶσθαι εἴποι ἄν τις ὡς πρὸς ἱστορίαν, ὅτε αὐτὸς ὁ κύριος, ὁ ἐν ἀρχῇ πρὸς τὸν θεόν, θεὸς λόγος οὐκ ἀσωμάτως οὐδ’ ἀφανῶς ἐπεδήμει τῇ τῶν Αἰγυπτίων χώρᾳ, ἀλλὰ μετὰ τῆς ὀνομαζομένης κούφης νεφέλης τοῦ σώματος, οὗ ἀνείληφεν ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου κατεσκευασμένου. εἰ μὲν γὰρ μὴ προσέκειτο τό· ἐπὶ νεφέλης κούφης καθήμενον αὐτὸν ἀφίξεσθαι, κἂν ἐδύνατό τις λέγειν, ὅτι ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει πανταχοῦ παρὼν ὁ θεὸς λόγος, ἅτε δὴ πάντα πληρῶν· ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. καὶ τῇ Αἰγύπτῳ τὴν αὐτοῦ παρεῖχε παρουσίαν διὰ τοῦ τὴν ἐπισκοπὴν αὐτοῦ καὶ τὴν πρόνοιαν καὶ μέχρις αὐτῶν ἐκτείνειν, ἀλλ’ οὐ μᾶλλον εἴποι τις αὐτὸν ἐν Αἰγύπτῳ ἐν ἑτέρῳ μέρει τοῦ παντὸς κατὰ τοῦτον ὑπάρχειν τὸν τρόπον. νῦν δ’ ἀφωρισμένως εἰς Αἴγυπτον αὐτὸν ἥξειν ὁ λόγος ἐπὶ νεφέλης ὀχούμενον κούφης εἰπών, ἰδιάζουσάν τινα καὶ σωματικὴν ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ δηλοῖ. ὃ δὴ εἴποι ἂν ὁ ταύτῃ συνιστάμενος τῇ ἐκδοχῇ τέλους ἠξιῶσθαι ἐπὶ τῆς εἰς ἀνθρώπους παρόδου τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος θεοῦ, ὃν Ἐμμανουὴλ καλεῖ ἡ προφητεία. ὡς γὰρ νεφέλη οὐκ ἄλλοθεν ἔχει τὴν σύστασιν ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς, οὕτω τὸ σῶμα ὃ ἀνείληφεν ἐξ ἁγίου πνεύματος καὶ τῆς γεώδους οὐσίας ὑποστὰν εἰκότως νεφέλῃ παρεβλήθη κούφῃ, ᾗ ἐγκαθήμενος ὁ Χριστὸς τοῦ θεοῦ ἐπεδήμει τῇ Αἰγύπτῳ κατὰ τὴν νηπίαν ἡλικίαν. ἀπήρκει γὰρ καὶ τοῦτο Αἰγυπτίοις ἀρρήτῳ δυνάμει μέγιστα ὠφελουμένοις ἐκ τῆς τοῦ σωτῆρος ἐπιβάσεως. κατὰ δὲ βαθύτερον νοῦν τῆς τοῦ κυρίου παρουσίας ἐξαιρέτως ἐδεῖτο ἡ Αἴγυπτος, ἐπειδὴ πάντων ἀνθρώπων δεισιδαιμονεστάτων γεγόνασιν, ὡς μὴ μόνον εἱμαρμένῃ καὶ τοῖς κατ’ οὐρανὸν ἄστροις τὴν τοῦ παντὸς ἀνατιθέναι αἰτίαν, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων καὶ θηρίων ἀτιθάσων πτηνῶν τε καὶ ἑρπετῶν θεοποιΐας. οὕτω δὲ ἀδέσποτον καὶ ἀπρονόητον ἡγοῦντο τὸ πᾶν, ὡς καὶ τὸν βασιλέα αὐτῶν γυμνῇ τῇ κεφαλῇ λέγειν· Οὐκ οἶδα τὸν κύριον, καί· Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς· τὰ μὲν οὖν χειροποίητα εἴη ἂν τὰ ἀγάλματα καὶ τὰ ἄψυχα ξόανα· ἀλλὰ τὰ μὲν ἄψυχα ξόανα σεισθήσεσθαί φησι, τὴν δὲ καρδίαν, δηλαδὴ τοὺς δαίμονας ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. συνετελεῖτο δὲ ταῦτα ἐξ αὐτῶν ἐκείνων τῶν χρόνων, καθ’ οὓς ἐκκλησίαι θεοῦ τὴν πᾶσαν Αἴγυπτον ἐκόσμουν τῆς δαιμονικῆς ἐνεργείας ἠρέμα καὶ κατὰ μικρὸν σβεννυμένης. ταῦτα δὲ αὐτοῖς ἔργοις τέλους ἐτύγχανε καθ’ ὃν χρόνον ἐκκλησίαι μὲν θεοῦ καθ’ ὅλης ἵδρυντο τῆς Αἰγύπτου, ἐπεδήμει δὲ αὐτὸς ὁ κύριος τοῖς Αἰγυπτίοις ἐπισκοπῶν τὰς ἐκκλησίας αὐτοῦ κατὰ τό· ὅπου δύο ἢ τρεῖς σηνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. οὕτω γοῦν αἱ μὲν ἐκκλησίαι τῇ αὐτοῦ διέλαμπον χάριτι, ἡ δὲ τῶν αὐτόθι δαιμόνων καθῃρεῖτο πλάνη. Καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. ἀντὶ δὲ τοῦ· καὶ ἐπαναστήσονται, ὁ Ἀκύλας· καὶ στασιάσω φησὶν Αἰγυπτίους ἐν Αἰγυπτίοις, ὁ δὲ Σύμμαχος· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις, ὁ δὲ Θεοδοτίων· καὶ συνταράξω Αἰγυπτίους ἐν Αἰγυπτίοις. καὶ ταῦτα δὲ ἐπληροῦτο μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πᾶσαν διαδοθὲν τὴν Αἴγυπτον, ἐφ’ ᾧ τὰ μὲν ἄψυχα ξόανα τῆς ἐξ αἰῶνος ἀκινήτου στάσεως αὐτῶν ἐσαλεύετο, ὡς μηκέτι ἱδρῦσθαι καὶ βεβαίαν ἔχειν αὐτὰ στάσιν διὰ τὸν ἐγγενόμενον αὐτοῖς σάλον, οἱ δ’ ἐν αὐτοῖς ἐμφωλεύοντες δαίμονες πονηροί, τὸ μηδὲν ὄντες διηλέγχοντο ἐπὶ τούτοις. ὥσπερ γὰρ ἡ ἐμφύλιος στάσις καθ’ ὅλης διηγείρετο τῆς Αἰγύπτου, διισταμένων ἀπ’ ἀλλήλων καὶ τεμνομένων καὶ μεριζομένων κατ’ οἴκους καὶ κατὰ πόλεις τῶν τὴν χώραν οἰκούντων, τῷ τοὺς μὲν αὐτῶν προστρέχειν τῷ εὐαγγελικῷ κηρύγματι ἀναχωροῦντας τῆς δαιμονικῆς καὶ Αἰγυπτιακῆς πλάνης, τοὺς δὲ ἐναπομένοντας ἐν αὐτῇ πόλεμον ἄσπονδον κατὰ τούτων ἐγείρειν· οὕτως οὖν ἐπανίσταντο Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, ἐπολέμει τε ἄνθρωπος τὸν πλησίον αὐτοῦ καὶ ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομὸν ἐστασίαζον. νομοὶ δὲ καλοῦνται παρ’ Αἰγυπτίοις εἰσέτι νῦν αἱ παρ’ αὐτοῖς χῶραι, αἳ καὶ αὐταὶ διίστανται πρὸς ἀλλήλας τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως. ἐχωρίζετο δὲ τῆς κατὰ θεὸν πολιτείας ὁ τῶν ἀθέων βίος, καὶ νομὸς ἐπηγείρετο νομῷ, τοῦ εὐαγγελικοῦ νόμου τὰ τῶν Αἰγυπτίων ἀνατρέποντος νόμιμα, ὡς αὖ πάλιν τοῦ τῆς εἰδωλολατρίας νόμου πολεμοῦντος τὸν σωτήριον λόγον. ταῦτα δὲ πάντα ἐγίγνετο, τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν Αἰγυπτίων καὶ τὴν ὁμόνοιαν αὐτῶν τὴν περὶ τὴν πολύθεον πλάνην καὶ συγχέοντος τοῦ ἐπιδημήσαντος αὐτοῖς κυρίου. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· καὶ στασιάσω Αἰγυπτίους Αἰγυπτίοις, κατὰ δὲ τὸν Σύμμαχον· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις. συγγενῆ δὲ τούτοις καὶ ἀδελφά, μᾶλλον δὲ τὰ αὐτὰ ἑτέροις ῥήμασιν αὐτὸς ὁ κύριος ἡμῶν ἐν Εὐαγγελίοις ἐδίδασκε λέγων· Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν καὶ τὰ ἑξῆς. τούτων δὲ γιγνομένων ταραχθήσεσθαί φησιν ὁ λόγος τὸ πνεῦμα τῶν Αἰγυπτίων, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ῥαγήσεται πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ σχισθήσεται τὸ πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, ὁ δὲ Ἀκύλας· καὶ πλαδαρωθήσεται πνεῦμα Αἰγύπτου ἐν ἐγκάτῳ αὐτῆς. τούτου δὲ ῥηγνυμένου καὶ ταραττομένου ἐπὶ τῇ τῆς ἐκκλησίας προκοπῇ τῶν τε Αἰγυπτίων βουλὰς πονηρὰς ἐπινοούντων, ἐγώ φησιν αὐτὸς ὁ κύριος τὴν βουλὴν αὐτῶν διασκεδάσω. οἱ δὲ ἀποροῦντες ὅτι καὶ πράξουσι κατὰ τὸ παλαιὸν αὐτοῖς ἔθος ἐπὶ τοὺς νομιζομένους αὐτοῖς θεοὺς τραπήσονται χρησμοὺς καὶ μαντείας ληψόμενοι περὶ τῶν θορυβούντων αὐτοὺς πραγμάτων. διὸ λέλεκται· καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς, φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, μηκέτι δὲ μηδενὸς τούτων συνήθως αὐτοῖς φαινομένου εἰς ἐσχάτην ἐμπεσοῦνται ἀπορίαν. Ταῦτα μὲν οὖν πείσονται οἱ τὰς κατὰ μέρος χώρας οἰκοῦντες, ἀθρόως δὲ πᾶσαν αὐτὴν τὴν Αἴγυπτον παραδοθήσεσθαι ὁ λόγος φησὶν εἰς χεῖρας κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὺς κυριεύσειν αὐτῶν. ἔνθα δηλοῦσθαι τὸν χρόνον ἡγοῦμαι τῆς τῶν θεσπιζομένων ἐκβάσεως· μεταβολὴν γὰρ ἔσεσθαι τῆς βασιλείας τῶν Αἰγυπτίων σημαίνει, κατὰ τοὺς χρόνους τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως. καὶ τίς οὐκ ἂν ἐκπλαγείη συμβάλλων τοὺς χρόνους τοὺς τοῦ σωτηρίου λόγου κηρύγματος καὶ τῆς ἐν τῷ αὐτῷ καταλύσεως τοῦ κατ’ Αἴγυπτον βασιλείου, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ’ αὐτῶν τοὺς πρότερον ἄρχοντας, λέγω δὲ τοὺς Πτολεμαίους κρατεῖν, Ῥωμαίους δ’ αὐτῶν κυρίους ἀποφανθῆναι. ἀντὶ δὲ τοῦ· καὶ βασιλεῖς σκληροί, ὁ μὲν Ἀκύλας· καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει αὐτῶν εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν, ὁ δὲ Θεοδοτίων· καὶ βασιλεὺς ἰσχυρὸς κυριεύσει αὐτῶν. εἴποις δ’ ἂν τοῦτον εἶναι τὸν κατὰ τοὺς χρόνους τῆς γενέσεως τοῦ σωτῆρος ἡμῶν τῆς Ῥωμαίων μοναρχήσαντα βασιλείας. τότε γοῦν Αὔγουστος κεκραταιωμένος ἀληθῶς καὶ ἰσχυρὸς βασιλεὺς πρῶτος τὴν Αἴγυπτον ὑπέταξε Ῥωμαίοις, καθελὼν τὴν ἐκ μακροῦ κρατήσασαν διαδοχὴν τὴν τῶν παρ’ αὐτοῖς βασιλευσάντων Πτολεμαίων. καὶ οἱ μετὰ ταῦτα δὲ Ῥωμαίων αὐτοκράτορες κεκραταιωμένοι τῷ ὄντι καὶ ἰσχυροὶ βασιλεῖς ἢ καὶ σκληροὶ κατὰ τοὺς Ἑβδομήκοντα τὸ τῶν Αἰγυπτίων κατεδουλώσαντο ἔθνος, ὑφ’ ὧν ἀποστελλόμενοι κατὰ τοὺς χρόνους οἱ τῶν στρατιωτικῶν ἄρχοντες Αἰγύπτου σκληρότερον αὐτοῖς ἐκέχρηντο. διὸ περὶ αὐτῶν εἴρηται· καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς σκληροὶ κύριοι οὗτοι, λέγω δὲ οἱ κατὰ μέρος ἄρχοντες, ὠνομάσθησαν. Ἑξῆς τούτοις λέλεκται· καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· καὶ ἀναποθήσεταί φησιν ὕδατα ἀπὸ θαλάσσης, ὁ δὲ Σύμμαχος· καὶ ἀφανισθήσεται ὕδατα ἀπὸ τῆς θαλάσσης. τροπικῶς καὶ ὁ λόγος θάλασσαν ἐν τούτοις τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων ᾐνίξατο. ὡς ξένον αὐτοῖς ξενίζεις ποτόν· μηκέτι γὰρ ὑφεστῶτος τοῦ ποταμοῦ μηδὲ ἑτέρου Αἰγυπτιακοῦ ὕδατος, ἀλλὰ μηδὲ τοῦ θαλαττίου ἐπιτηδείου ὄντος πρὸς πόσιν νέον καὶ ξένον ὕδωρ πίεσθαι αὐτούς φησι. τοῦτο δὲ ἦν τὸ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου παρὰ τοῦ κυρίου αὐτοῖς χορηγούμενον. ὥσπερ οὖν καὶ ἐν τοῖς μικρῷ πρόσθεν ἐδηλοῦτο ἐν τῷ· Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ἐν οἷς τὸ ταραχῶδες τῶν ἐθνῶν ὕδασι παρέβαλε καὶ θαλάττῃ κυμαινούσῃ. τὸ δέ· καὶ ὁ ποταμὸς ἐκλείψει σημαντικὸν ἂν εἴη τοῦ μηκέτι τὴν βασιλείαν αὐτῶν ὑποστήσεσθαι. ὅτι δὲ ὁ φάσκων λόγος τὸν ποταμὸν τὸν τῶν Αἰγυπτίων ἐκλείψειν τὸ βασίλειον αὐτῶν ἐδήλου, παρεστήσαμεν ἤδη πρότερον ἐν τῇ προφητείᾳ τῇ περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου. δι’ ἧς ἐλέγετο· καὶ ἐπιβαλεῖ κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν. ὅμοια γὰρ ἦν κἀκεῖνα τοῖς μετὰ χεῖρας, δι’ ὧν εἴρηται· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ διὰ τῶν ἔμπροσθεν δὲ ἐν οἷς ἐλέγετο· ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν. οὐ περὶ σωματικῶν ποταμῶν ἦν ὁ λόγος, περὶ δὲ ὧν ἐν τοῖς Τόποις ἀποδεδώκαμεν· οὕτως κἀνταῦθα, εἰ λέγοι ἡ προφητεία τὸν ποταμὸν ἐκλείψειν καὶ ξηρανθήσεσθαι καὶ πάλιν μετὰ τὸν πρῶτον ἑτέρους ποταμοὺς καὶ τὰς διώρυχας καὶ πᾶσαν συναγωγὴν ὕδατος ἐκλείψειν, αἰνίττεσθαί μοι δοκεῖ τῆς Αἰγυπτίων βασιλείας καὶ τῶν κατὰ μέρος πρότερον παρ’ αὐτοῖς ἀρχόντων τὴν κατάλυσιν. ἐπεὶ δὲ καὶ πολεμικαί τινες ἦσαν παρ’ αὐτοῖς δυνάμεις, καὶ τούτων τὰς συναγωγὰς αὐτοῖς καὶ βασιλεῦσι παυθήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους προφητεύει. ἀλλὰ γὰρ καθαιρεθείσης τῆς Αἰγύπτου βασιλείας τοὺς ποταμοὺς πραϋνθήσεσθαι καὶ ἠρεμήσειν θεσπίζει ἑξῆς ἐπιφέρων· καὶ τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται. τούτοις ἑξῆς ἀφανισθήσεσθαί φησι πάντα τὰ πάλαι φύοντα, κύκλῳ τοῦ ποταμοῦ κάλαμον, δηλαδὴ καὶ πάπυρον καὶ τὸ ἄχι τὸ χλωρὸν καὶ ἄλλα τινὰ τὰ ἐπ’ αὐτοῦ τοῦ ποταμοῦ βλαστῶντα, ὁποῖα πολλὰ κατὰ τῶν Αἰγυπτίων ποταμὸν ὁρᾶται. παντελῆ δὲ οἶμαι ξηρασίαν ὑδάτων διὰ τούτων σημαίνειν, ὡς μηδὲ ἴχνος νοτίδος ὑδάτων μήτ’ ἐν τῷ ποταμῷ φαίνεσθαι μήτ’ ἐν τῷ ἕλει μήτ’ ἀμφὶ τὸν ποταμὸν ἐκτὸς μήτ’ ἐν αὐτῷ μέσῳ μήτ’ ἐν διώρυξι μήτ’ ἐν στασίμοις ὕδασι· λεῖψιν δ’ ἀθρόως τούτων ἔσεσθαι ἁπάντων ὡς μηδαμοῦ τῆς Αἰγυπτίων γῆς ὕδατα ὑφεστάναι. εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἐπήγαγεν ἀφανισμὸν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν· ἀκόλουθον γὰρ ἦν τοῦ τοσούτου ποταμοῦ καὶ παντὸς ὕδατος ἐκλιπόντος πᾶν ζῷον ἀπόλλυσθαι τοῦ ποταμοῦ στερόμενον. νῦν δ’ ὅτε καὶ μετὰ τὴν τῶν ὑδάτων ἔκλειψιν πλήθους ἀνδρῶν γενησομένων ἐπὶ τῆς Αἰγύπτου μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ, καὶ ὡς θύσουσιν οἱ Αἰγύπτιοι τῷ κυρίῳ, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις. τίς οὐκ ἂν εὐλόγως ζητήσειε, πῶς οὗτοι διαζήσονται τοῦ παντὸς ὕδατος ἐκλελοιπότος ὡς μηδὲ χλωροῦ μετέχειν τὴν χώραν; ἀλλ’ οὗτος ὁ λόγος καὶ τὸν οὐκ ἐθέλοντα βιάζεται ἐπὶ τροπικὴν μεταβαίνειν θεωρίαν, ὥστ’ ἐξ ἀνάγκης ποταμοὺς καὶ ὕδατα νοεῖν Αἰγύπτια ἤτοι τὰ πλήθη τῆς Αἰγυπτιακῆς δυνάμεως, ἢ τὴν βασιλείαν αὐτῶν τὴν πάλαι ποταμῶν δίκην πλημμυροῦσαν, ἢ καθ’ ἑτέραν ἐκδοχὴν τὴν παρὰ τοῖς Αἰγυπτίοις τὸ παλαιὸν ἀκμάζουσαν φιλοσοφίαν, περὶ ἧς λέλεκται· καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· πολλὴ γάρ τις ἦν αὕτη, καὶ μέγας ἦν ὁ παρ’ αὐτοῖς ῥέων ποταμός, ὁ τῆς παρ’ αὐτοῖς θαυμαζομένης σοφίας λόγος. τούτου τε ὑπῆρχε μέρη πολλὰ κατακερματιζομένου εἰς πολλὰς διώρυγας καὶ εἰς πολλοὺς ποταμοὺς τοὺς καθ’ ἕκαστον τῶν παρ’ αὐτοῖς μαθητῶν λόγους, ἐξ ὧν ἔφυον οὐκ ἄμπελοι οὐδὲ ἐλαῖαι οὐδέ τι τῶν ἐγκάρπων καὶ ἀναγκαίων δένδρων, ἀλλὰ πάπυρος καὶ κάλαμος καὶ τὸ χλωρὸν ἄχι. Ἀλλὰ γὰρ ἐκλιπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται. νοήσεις δὲ τοὺς ἐν τῇ προφητείᾳ λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς ἐξ ἑτέρων ἁλιέων καὶ σαγηνευτῶν, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν, οἷς ἔλεγε τό· Δεῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. εἰ γὰρ οὗτοι διὰ τῆς αὐτῶν διδασκαλίας ἐθήρευον τὰς τῶν ἀνθρώπων ψυχὰς ἕλκοντες ἐπὶ σωτηρίαν, διὰ τί οὐκ ἂν εἴποις καὶ τοὺς Αἰγυπτίων λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς τοὺς πάλαι διδασκάλους τῆς παρ’ αὐτοῖς φιλοσοφίας εἶναι, οἳ διὰ τῆς Αἰγυπτιακῆς γοητείας ἐπαγίδευον ὥσπερ ἀγκίστροις δελεάζοντες τοὺς ὑπ’ αὐτῶν ἁλισκομένους. σαγήνας δὲ αὐτῶν νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν παραβολῆς, δι’ ἧς εἴρηται· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων. ὥσπερ οὖν ἐν τῇ παραβολῇ οἱ ἄνθρωποι ἰχθύες εἴρηνται καὶ σαγήνη ὁ περὶ τῆς βασιλείας τῶν οὐρανῶν εὐαγγελικὸς λόγος, οὕτως καὶ ἐνταῦθα ἡ πολύπλοκος δεινότης τοῦ τῶν Αἰγυπτίων λόγου εἴη ἂν ἡ σαγήνη καὶ τὰ ἀμφίβληστρα ὁμοίως. οἱ δὲ σαγηνευόμενοι καὶ ἁλισκόμενοι πρὸς αὐτῶν ἰχθύες ἂν εἶεν οἱ ταῖς ἀπατηλαῖς σοφιστείαις εἰς πᾶν εἶδος ἀθέου δεισιδαιμονίας ὑποσυρόμενοι. στενάξειν δὴ οὖν καὶ πενθήσειν λέγονται οἱ ἀμφιβολεῖς τῆς Αἰγύπτου, μηκέτ’ ἔχοντες ἐργασίαν διὰ τὸν ἐπιδημήσαντα αὐτοῖς κύριον καὶ τὴν πᾶσαν αὐτῶν σοφίαν ἀπολέσαντα κατὰ τό· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Οὕτω νοήσεις καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στερρὸν καὶ ἀρραγὲς ἀλλὰ τὸ σχιστόν, δηλαδὴ λόγον διερρωγότα καὶ διεσχισμένον, καὶ τὴν βύσσον δὲ ὡσαύτως, ἐπεὶ καὶ αὐτὰ τοῦ Αἰγυπτίων ποταμοῦ μετεῖχεν ἐξ αὐτοῦ ἀρδόμενα. διὸ καὶ τοὺς τούτων φησὶν ἐργαστὰς στενάξειν ὁ λόγος· ὅτε μηκέτ’ αὐτοῖς πρὸς περιβολὴν καὶ κόσμον τῆς παρ’ αὐτοῖς σοφίας τὰ διὰ τούτων ὑφάσματα ηὐπορεῖτο. διὰ λίνου γὰρ ὥσπερ καὶ βύσσου κόσμον καὶ περιβολὴν ἑαυτοῖς περιενόουν πιθανοῖς τισι καὶ ἀπατηλοῖς λόγοις τὸ παρ’ αὐτοῖς ψεῦδος καλύπτοντες. οὐ μόνους δὲ τούτους στενάξειν, ἀλλὰ καὶ πάντας φησὶ τοὺς ποιοῦντας οὐ τὸν ἐξ ἀμπέλου οἶνον ἀλλὰ τὸν Αἰγυπτιακὸν ζῦθον, ὃς καὶ αὐτὸς νόθος ἦν καὶ τεθολωμένος, ᾧ ἐκέχρηντο ἀντὶ ποτοῦ πρὶν αὐτοῖς ἐπιδημῆσαι τὸν κύριον. οἱ Αἰγύπτιοι καὶ τούτου δὲ ἐκλιπόντος εἰκότως στενάξειν λέγονται καὶ τὰς ψυχὰς ἀλγήσειν οἱ τούτου ποιηταί. ταῦτα μὲν οὖν πείσεσθαι τοὺς τῆς Αἰγύπτου σοφιστὰς ἀπειλεῖ, ζυθοποιούς τινας ὄντας καὶ λίνου σχιστοῦ καὶ βύσσου ἐργάτας, ἰχθύων τε θηρευτάς, τὸν ποταμὸν τὸν Αἰγυπτιακὸν περιέποντας καὶ τὸν τῆς Αἰγυπτιακῆς σοφίας λόγον. οὗ ἀποτρέπων ἕτερος προφήτης ἐβόα λέγων· τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γειών; Τὰ δ’ ἑξῆς ἐπιλεγόμενα περὶ ἀφανῶν ἀρχόντων, οἳ μάλιστα ταῖς μεγίσταις καὶ διαφανέσι τῆς Αἰγύπτου πόλεσιν ἐφήδρευόν ποτε, λέγω δὲ τῇ Τάνει καὶ τῇ Μέμφει, θεσπίζεται, δι’ ὧν εἴρηται τοῦτον τὸν τρόπον· καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται, καὶ πάλιν· ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. κατὰ δὲ τὸν Σύμμαχον· ἐκοπώθησαν οἱ ἄρχοντες Τάνεως, ἐνάρκησαν οἱ ἄρχοντες Μέμφεως, οἱ πλανήσαντες τὴν Αἴγυπτον· ἐν ταύταις γὰρ μάλιστά φασι τὴν πᾶσαν μαγγανείαν τῆς δαιμονικῆς εἰδωλολατρίας συνεστάναι πρότερον, ἐνταῦθά τε τὸ βασίλειον ἔχειν τοὺς ἐν τοῖς Μωσέως χρόνοις βασιλεύοντας τῆς Αἰγύπτου. διὸ λέλεκται ἐν πεδίῳ Τάνεως τὰ σημεῖα γεγονέναι τὰ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν ἐπιδημήσαντος τοῦ κυρίου τῇ Αἰγύπτῳ σὺν τῷ Αἰγυπτίῳ ποταμῷ καὶ τοὺς δηλωθέντας ἀρχοντικοὺς δαίμονάς τινας μωρανθήσεσθαί φησι, καίπερ σοφίαν ἐπαγγελομένους ὅτ’ οὐ παρῆν αὐτοῖς ὁ κύριος. ἀλλὰ γὰρ ἔλεγχον αὐτοῖς ἐπῆγεν ὡς οὐδεμιᾶς μετεῖχον σοφίας· μωροὶ δὲ ἦσαν ἀληθῶς ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ. τούτοις δὲ αὐτοῖς τοῖς εἰρημένοις ἀρχοντικοῖς δαίμοσιν ὡσπερεὶ συμβούλοις ἐχρῶντο οἱ τῆς Αἰγύπτου βασιλεῖς μαντείαις καὶ χρησμοῖς καὶ ταῖς λοιπαῖς δαιμονικαῖς ἀπάταις ἀποπλανώμενοι. διὸ λέλεκται· καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. εἶθ’ ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς Αἰγυπτίους δαίμονας ὁ λόγος ἀποτείνεται φάσκων· πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; μηκέτι γὰρ ὑπάρχοντος ὑμῖν βασιλέως, πῶς οἷοί τε ἔσεσθε ἐπὶ συνέσει σεμνύνεσθαι; πῶς δὲ υἱοὺς βασιλέων παλαιῶν ἑαυτοὺς εἶναί φατε Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ Τυφῶνα προβαλλόμενοι καὶ θεῶν καὶ ἡρώων καὶ νεκύων γένη φάσκοντες τὸν πάλαι χρόνον τῆς Αἰγύπτου κεκρατηκέναι, ὧν θεῶν καὶ βασιλέων υἱοὺς καὶ ἀπογόνους ἑαυτοὺς εἶναί φατε ὑμεῖς οἱ διὰ τῆς προφητείας δηλούμενοι ἄρχοντες Τάνεως καὶ Μέμφεως; πῶς δ’ ἂν εἴητε θεοὶ ἢ ποίας μετάσχοιτε ἂν σοφίας, μὴ δεδυνημένοι προγνῶναι μηδὲ προαγορεῦσαι τὸν ὑμέτερον ἔλεγχον καὶ τὴν τῆς βασιλείας κατάλυσιν, τούτων ὧν ἐτυγχάνετε σύμβουλοι, οὓς καὶ ἐπετρίβετε παντοίαις πλάναις περιβάλλοντες; τούτοις αὐτοῖς ἑξῆς καὶ αὐτῇ τῇ Αἰγύπτῳ προσφωνεῖ λέγων· ποῦ εἰσι νῦν οἱ σοφοί σου; ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαὼθ ἐπ’ Αἴγυπτον. ποῦ δὲ οἱ σοφοί σου θεοί, οἱ διὰ μαντειῶν καὶ χρησμῶν τὰ μέλλοντα ἔσεσθαι προφωνεῖν ἐπαγγελλόμενοι; παρίτωσαν εἰς μέσον καὶ λεγέτωσαν· τί βεβούλευται κύριος σαβαὼθ ἐπ’ Αἴγυπτον; ἀλλ’ οὐκ εἰσὶν οἱ λέγοντες· οὐδὲ γὰρ δαιμόνων ἦν πονηρῶν τὸ γιγνώσκειν τὴν τοῦ θεοῦ βουλήν, ἀλλ’ οὐδ’ ὅλως ὑπάρχουσι δαίμονες. ἐξέλιπον γὰρ οἱ ἄρχοντες Τάνεως καὶ Μέμφεως οἱ πάλαι ὑψωθέντες καὶ τὴν Αἴγυπτον κατὰ συγχώρησιν τοῦ κυρίου πλανήσαντες· οὐ γὰρ ἀνίσχυον τῆς καθ’ ὅλου προνοίας ἐφορώσης τὸ πᾶν καὶ κατὰ μέρος ἐπισκοπούσης πλανᾶν τὴν Αἴγυπτον οἱ προλεχθέντες, εἰ μὴ αὐτὸς ὁ κύριος τοῦτ’ αὐτοῖς πρᾶξαι συνεχώρει πνεῦμα πλανήσεως κεράσας αὐτοῖς, διὸ μεθυόντων δίκην τοὺς Αἰγυπτίους ἐπλάνων. τοσαύτη τε ἦν ἐξ αὐτῶν ἐγγινομένη τοῖς Αἰγυπτίοις μέθη, ὡς κατ’ αὐτὸ ἐοικέναι αὐτοὺς ἀνδρὶ μεθύοντι ἅμα καὶ ἐμοῦντι ἀπὸ τοῦ πλήθους τῆς ὑπερβαλλούσης μέθης. τεκμαίρεσθαι δέ ἐστι ταύτης τῆς μέθης τὴν ὑπερβολὴν ἀπὸ τοῦ μηδὲ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις εἰδωλολατρῆσαι αὐτούς, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων ἂν εἰδωλοποιήσεως. διὸ λέλεκται· ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς πλανᾶται ὁ μεθύων ἐν τῷ ἐμεῖν αὐτόν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸν κατὰ τὸ αὐτὸ μεθύοντα καὶ ἐμοῦντα· τὸ γὰρ ἅμα συνάψαι ἑκάτερα, ὥστε καὶ ἐμεῖν καὶ πίνειν καὶ πίνοντα μεθύειν καὶ πάλιν ἐμεῖν καὶ αὖθις ἐμοῦντα διψῆν. τοιαύτῃ τινὶ μέθῃ τὰς τῶν Αἰγυπτίων ἀπεπλάνησαν ψυχὰς οἱ δηλωθέντες ἄρχοντες Τάνεως καὶ Μέμφεως, οἷς αὐτὸς ὁ κύριος πνεῦμα πλανήσεως ἐκέρασε· δαίμονες γὰρ ὄντες πονηροὶ καὶ δυνάμεις ἀντικείμεναι, ἐναντία τῷ θεῷ ἐφρόνουν καὶ θεομαχεῖν ἐπειρῶντο. διὸ παρεδόθησαν πλάνῃ τοῦ θεοῦ κρίναντος ἐπαξίως τῆς πονηρίας αὐτῶν πλάνῃ παραδοῦναι αὐτούς. οἱ δὲ τὴν σφῶν κακίαν ἐπὶ τοὺς Αἰγυπτίους ὥσπερ τινὰ ἰὸν θανατηφόρον ἐξέχεαν, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα· ἀλλὰ καὶ τούτων αὐτῶν χάριν ἐπεδήμει ὁ κύριος τῇ Αἰγύπτῳ, ἵνα αὐτοὺς τῆς πλάνης ἀνανῆψαι ποιήσας μακρὰν αὐτῶν ἀποσκεδάσῃ τοὺς πλάνους. διὸ ἐπιλέγει· καὶ οὐκέτι ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος· ἄπρακτα γὰρ αὐτοῖς ἔσται καὶ ἀνενέργητα τὰ πάλαι παρ’ αὐτοῖς συντελούμενα, ὡς μηδὲν ἔργον ἐν αὐτοῖς μήτ’ ἀρχὴν ἔχειν, μήτε τέλος τοῦ κυρίου καὶ τοῦτο ὡς ἀγαθοῦ ἐργασαμένου. πάλαι μὲν γὰρ ἐν τῇ παρ’ Αἰγυπτίοις τῆς πολυθέου πλάνης ἔργα ἀρχὴν ἔχοντα ἦν καὶ τέλος καί τινα νομιζομένην ἀκολουθίαν. κατὰ δὲ τοὺς δηλουμένους χρόνους τῆς τοῦ κυρίου εἰς αὐτοὺς παρουσίας οὐκέτ’ ἔσεσθαί φησιν ἔργον παρ’ αὐτοῖς τοιοῦτον πλῆρες καὶ ὁλόκληρον καὶ τέλειον· ἀλλ’ εἰ καὶ εὑρεθείη ποτέ, ἀκέφαλον ἔσται καὶ ἄναρχον, ἀτελές τε καὶ ἀσυμπέραστον. ὃ δὴ καὶ ἔστιν ἔργῳ παραλαβεῖν, ἐπεὶ μὴ ἐκλέλοιπεν αὐτῶν παντελῶς ἡ εἰδωλολατρία. τοιαύτη δέ ἐστιν ὡς μήτε κεφαλὴν ἔχειν μήτε λόγον εἰς τέλος ἱκανούμενον.