Ancient Greek · ~61 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.73.1
Not analysed yet
Περὶ τῆς τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφῆς καὶ τῆς εἰς τὸν Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους θεσπίσας ὁ λόγος μεταβαίνει ἐπὶ τὰ πλήθη τῶν ἐθνῶν τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ ἀπομεινάντων καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐλαύνειν καὶ πολιορκεῖν μελλόντων. σημαίνει τοίνυν ὡς δίκην θαλάσσης κυμαινούσης κλονηθήσονται οὗτοι καὶ ταραχθήσονται ξενιζόμενοι ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καθαιρετικῷ ὄντι τῆς εἰδωλολάτρου πλάνης. διό φησιν· Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς ὕδωρ ἠχήσει· ὡς γὰρ θαλάσσης τὰ νῶτα κυρτούμενα καὶ εἰς ὕψος αἰρόμενα ἐν τῷ χειμάζεσθαι καὶ ταράττεσθαι ὑπὸ ἀνέμων, ἦχον μέγιστον ἐμποιεῖ καὶ φόβον τοῖς ἐμπλέουσιν, οὕτως καὶ τὰ πλήθη τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ καὶ εἰδωλολατρίᾳ μεινάντων ἐθνῶν ὑπὸ τῶν ἀοράτων πνευμάτων εὐεργούμενα δίκην κυμάτων θαλάσσης ἠχήσει κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐπανιστάμενα. διὸ λέλεκται· ὡς ὕδωρ ἠχήσει καὶ ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ φερομένου. ὅρα δὲ ὅπως διὰ πολλῶν παραδειγμάτων τὴν τῶν εἰρημένων ἄθεον καὶ δυσσεβῆ γνώμην ἐμφαίνει, πρώτως μὲν θαλάσσῃ κυμαινούσῃ παραβάλλων αὐτῶν τοὺς θυμούς, ἔπειτα ἐξομοιῶν ὕδατι ἠχοῦντι τὰς κατὰ τῆς ἐκκλησίας σκέψεις αὐτῶν, καὶ τρίτον ὕδατι πολλῷ βίᾳ φερομένῳ, οὕτω τὸ ῥευστὸν καὶ ἀπολλύμενον αὐτῶν τοῦ βίου αἰνιξάμενος. λέγων δὲ ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου παρίστησιν, ὡς ἄρα ὑφ’ ἑτέρων ἐνεργούμενοι καὶ ἐλαυνόμενοι ταῦτα κατὰ τῆς ἐκκλησίας ἐπιχειροῦσι. πλὴν ὅμως τούτων τὸ τέλος ὑπογράφει λέγων ἑξῆς· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐπιτιμήσει ἐν αὐτῷ καὶ φεύξεται μακρόθεν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐμβριμήσεται αὐτῷ καὶ φεύξεται πόρρω. τίνι δὲ αὐτῷ ἐμβριμήσεται ἢ ἐπιτιμήσει ἢ τῷ προλεχθέντι πλήθει τῶν ἀπίστων ἐθνῶν ἢ καὶ τῷ ἐν τούτοις ἐνεργοῦντι διαβόλῳ; τίς δὲ αὐτοῖς ἐπιτιμήσει ἀλλ’ ἢ ἐκεῖνος, περὶ οὗ εἴρηται· Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ; τοῦ δὲ κυρίου ἐπιτιμήσαντος αὐτῷ, τί ἔσται ἐπιλέγει· καὶ πόρρω αὐτὸν διώξεται ὡς χοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὡς τροχὸν ἔμπροσθεν καταιγίδος. Εἶθ’ ἑξῆς ἐπιλέγει· πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται· τοῖς γὰρ δίκην θαλάσσης κυμαινούσης κατεπαρθεῖσι τῆς ἐκκλησίας πρὸς τῇ δύσει τοῦ βίου καὶ πρὸς αὐτῷ τῷ τέλει πένθος ἔσται, ὅτε οὐκέτι ὑπάρξουσι κατὰ τὸν μέλλοντα αἰῶνα νέου φωτὸς ἀνατολῆς καὶ πρωΐας τὸ τηνικαῦτα τοῖς δικαίοις ἐπιλάμψαντος. τοῦτό φησι· καὶ αὕτη ἡ μερὶς καὶ ὁλόκληρος τῶν προνομευσάντων ὑμᾶς. τίνας δὲ ὑμᾶς ἢ δηλονότι τοὺς πρόσφυγας τῆς ἐκκλησίας τοῦ θεοῦ; Ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐπιδημήσαντός ποτε Παύλου ἐν Ῥώμῃ καὶ διαλεχθέντος τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς εἰς τὸν Χριστὸν πίστεως ἀνεγράφησαν εἰρηκότες αὐτῷ· ἡμεῖς οὐδὲ γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησεν περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. τοῦτο δὲ εἰρηκότες ἐνέφηναν, ὅτι πρὶν ἐπιδημῆσαι τὸν Παῦλον τῇ Ῥώμῃ παρηγγελμένοι ἦσαν μὴ παραδέξασθαι τὸ περὶ τοῦ Χριστοῦ κήρυγμα καὶ ὅτι μὴ μόνοι αὐτοὶ εἰλήφασι τὴν παραγγελίαν αὐτοῦ, ἀλλὰ καὶ οἱ πανταχοῦ γῆς Ἰουδαῖοι. διὸ ἔλεγον· περὶ γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. πόθεν δὲ τοῖς πανταχοῦ Ἰουδαίοις τὸ συμφώνως τοὺς πάντας ὥσπερ ἐξ ἑνὸς συνθήματος ἀντιλέγειν τῷ περὶ Χριστοῦ λόγῳ, εὕρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἰερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν Χριστοῦ διδασκαλίαν ὡς αἵρεσιν ξένην καὶ ἀλλοτρίαν θεοῦ, παρήγγελόν τε δι’ ἐπιστολῶν μὴ παραδέχεσθαι αὐτήν. τοῦτο δὴ οὖν αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα. ἀνθ’ οὗ ὁ Σύμμαχος ἀποστόλους εἶπε φήσας· ὁ ἀποστέλλων ἀποστόλους ἐν θαλάσσῃ, ὁ δὲ Ἀκύλας πρεσβευτὰς ἐξέδωκεν εἰπών· ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς. ὁρᾷς ὅπως ὁ λόγος τοὺς προλεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει καὶ τὴν γῆν αὐτῶν, ἧς ἡ κακία καὶ μέχρις Αἰθιόπων ἔφθασε. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ γῆ, ἧς ὁ ἦχος πτερωτός, ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. δι’ ὧν σημαίνει ὡς καὶ πέραν τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίων γῆν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων πλοίων προῆλθεν, οἵ τε ἀπόστολοι αὐτῶν ἐπιστολὰς βυβλίνας ἐπικομιζόμενοι ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι καὶ τὴν θάλασσαν ἐμπλέοντες ἁπανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λόγον. ἀποστόλους δὲ εἰσέτι νῦν ἔθος ἐστὶν Ἰουδαίους ὀνομάζειν τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους. ταῦτα μὲν οὖν περὶ τούτων ᾐνίξατο, ἑξῆς δὲ ἀντὶ τοῦ· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι, εἰρήκασιν οἱ λοιποὶ πάντες ἑρμηνευταί· πορεύεσθε ἄγγελοι κοῦφοι, ὡς εἶναι ἀρχὴν προστάγματος. καί μοι δοκεῖ τουτὶ τὸ πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι ἀγγέλους κούφους ὠνόμασε πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἰουδαϊκῶν ἀποστόλων. φησὶν οὖν πρὸς αὐτούς· οἱ τῶν ἀγαθῶν ἄγγελοι, ὑμεῖς οἱ Χριστοῦ μαθηταί, πορεύεσθε, ὥσπερ οὖν αὐτὸς ὁ σωτὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καί· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου. πορευόμενοι δέ φησι, κοῦφοι γένεσθε καὶ εὐσταλεῖς ὡς ἂν ῥᾳδίαν τὴν πορείαν ποιῆσθε, ὃ δὴ καὶ αὐτὸς πάλιν παρῄνει τοῖς αὐτοῖς λέγων· μηδὲν ἄρητε κατὰ τὴν ὁδόν, καί· μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας ἔχειν μήτε ὑποδήματα μήτε ῥάβδον. ὅθεν εὐθυβόλως ἀγγέλους κούφους αὐτοὺς εἶπε, κελεύει δὲ πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξένον καὶ πρὸς λαὸν χαλεπόν· οὐ γὰρ πρὸς γνωρίμους οὐδὲ πρὸς οἰκείους τινὰς καὶ ἀδελφοὺς ἀπεστέλλοντο, ἀλλὰ πρός τινας ἀπεξενωμένους ἀγνώστους ἄνδρας καὶ ἀλλογενεῖς τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἦσαν μετέωροι ἀληθῶς ἐπὶ μηδενὸς ἑδραίου ἑστῶτες, πλανώμενοι δὲ καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς πολυθέου πλάνης. οἱ δ’ αὐτοὶ καὶ χαλεπὸν ἔθνος ἦσαν, ἐχθρῶς καὶ πολεμίως διακείμενοι πρὸς τὸν τῆς θεοσεβείας λόγον. ὅμως δ’ οὖν πρὸς τούτους παρακελεύεται ἀπιέναι τοὺς ἀγγέλους τοὺς κούφους καὶ τούτοις κηρύττειν, διαβαίνειν δὲ καὶ ἐπὶ τὰ πέρατα τῆς γῆς. διὸ ἐπιλέγει· τίς αὐτοῦ ἐπέκεινα, ἢ κατὰ τὸν Σύμμαχον· μεθ’ ὃν οὐκ ἔστιν ἐπέκεινα· τοῦτο δὲ τὸ ἀπεξενωμένον καὶ μετέωρον ἔθνος καὶ ἀνέλπιστον ἦν, ὡς λέγειν τὸν Ἀπόστολον· ἦμέν ποτε ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. καὶ αὐτὸς δὲ ὁ μετὰ χεῖρας προφήτης προϊὼν ἐν τοῖς ἑξῆς περὶ τῶν ἀνελπίστων θεσπίζει λέγων· καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης· πρὸς ἔθνος γοῦν ἀνέλπιστον ἀποστέλλονται καὶ πρὸς ἔθνος καταπεπατημένον ὑπὸ τοῦ διαβόλου καὶ πάσης τῆς δαιμονικῆς ἐνεργείας. Εἶτα θάρσος τοῖς αὐτοῖς ἐντίθησι λέγων· νῦν οἱ ποταμοὶ πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν· νῦν γὰρ ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ οἱ ποταμοὶ τῆς γῆς κατοικηθήσονται καὶ πᾶσαι αἱ χῶραι αὐτῶν. αἰνίττεσθαι δὲ διὰ τούτων μοι δοκεῖ ποταμοὺς μὲν τὰ πλήθη τῶν τὸν θεὸν ἐπιγνωσομένων λαῶν, χώρας τε αὐτῶν τὰς ἐκκλησίας· ὡς γὰρ ἀνωτέρω κύματι θαλάσσης καὶ ὕδασι τεταραγμένοις τὰ πλήθη τῶν ἀπίστων ἐθνῶν παρέβαλεν, οὕτω νῦν ποταμοῖς γλυκέσι καὶ εὐσταθῶς κινουμένοις τοὺς Χριστοῦ λαοὺς ἀφομοιοῖ, χώραν αὐτῶν δηλώσας τὴν ἐκκλησίαν. πάλαι μὲν οὖν ἦσαν οὗτοι οἱ ποταμοὶ ἀοίκητοι καὶ ἀλλότριοι θεοῦ ,ἥ τε χώρα αὐτῶν ἔρημος θεοσεβείας, νυνὶ δὲ διὰ τοῦ ὑμετέρου φησὶ κηρύγματος οἱ δηλωθέντες ποταμοὶ καὶ ἡ χώρα αὐτῶν εἰς οἰκουμένην ἔσται. προξενήσει δὲ τοῦτο αὐτοῖς τὸ τοῦ Χριστοῦ σημεῖον, ὅπερ οὕτω γνωσθήσεται ἢ καὶ φανερὸν ἔσται τοῖς πᾶσιν ὡσανεὶ ἀπὸ ὄρους ὑψηλοῦ ἐπαρθείη σημεῖον ἢ ὡς φωνῆς σάλπιγγος μεγαφωνούσης· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὸ ὑμέτερον κήρυγμα ἔκδηλον καὶ ἐπίσημον καὶ ἐξάκουστον εἰς πάντας τοὺς ἀνθρώπους γενήσεται. Πῶς δὲ δυνήσονται οἱ ποταμοὶ καὶ ἡ προλεχθεῖσα χώρα αὐτῶν ἀταράχως κατοικεῖσθαι ἀναγκαίως διδάσκει λέγων· διότι οὕτως εἶπε κύριός μοι Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει. ἡ δὲ προλεχθεῖσα χώρα ἐμὴ τοῦ κυρίου ἐστὶ πόλις· διὸ ἀσφάλεια ἔσται ἐν αὐτῇ ὡς ἂν ἐμοῦ φυλάττοντος καὶ πάντοθεν αὐτὴν ἀσφαλιζομένου, ὥστε εἰκότως περὶ αὐτῆς λέγεσθαι· δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ, καί· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. οὕτω δὲ καλεῖν ὁ λόγος εἴωθεν τὴν κατὰ θεὸν πολιτείαν, ἐν ᾗ ἀσφάλειαν ἔσεσθαι εἰπὼν προστίθησι καὶ φῶς ἔσεσθαι ἐν τῇ αὐτῇ πόλει, οὐ τὸ τυχὸν ἀλλ’ ὁποῖον αὖτις παραβάλοι ἀκμαίῳ καὶ μεσημβρινῷ ἡλίου φέγγει. τοιούτου δὲ φωτὸς καὶ ὡσπερεὶ καύματος μεσημβρινοῦ γιγνομένου ἐν τῇ ἐμῇ πόλει οὐκ ἔσται φησὶ βλάβη οὐδὲ λύπη τοῖς ὑπὸ τοιούτῳ φωτὶ καταυγαζομένοις. διὰ τί συν τῷ τῷ το τῷ καὶ νεφέλ ἐν ἡ ὡς ἐν ἡμέραις ἀμήτου ἐπισκιάζουσα αὐτοῖς ἔσται. φῶς μὲν οὖν αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ τὴν ἐκκλησίαν αὐτοῦ διὰ παντὸς φωτίζων, νεφέλη δρόσου τὸ πνεῦμα τὸ ἅγιον τὸ τὴν ἄκραν θεολογίαν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῖς μὴ οἵοις τε αὐτὴν χωρεῖν ἐπισκιάζον ὡς κεκραμένον ἀποτελεῖσθαι τὸ πολὺ καὶ ἄκρατον τῆς περὶ τοῦ Χριστοῦ θεολογίας διὰ τὴν τοῦ ἁγίου πνεύματος ὡσπερεί τινος νεφέλης ὑποδρομήν. Καὶ ταῦτα ἔσεσθαί φησι πρὸ τοῦ θερισμοῦ, τοῦτον δηλῶν τὸν τρόπον τὰς ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ καρποφορίας δίκην σταχύων ἀνθούσας καὶ πληθυούσας, περὶ ὧν καὶ ἀνωτέρω ἐδήλου λέγων· καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὁ σωτὴρ ὁμοίως, δι’ ὧν ἔλεγεν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ αὖθις· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ἔσται τοίνυν τὸ μὲν φῶς τῆς θεότητος τοῦ λόγου ἄκρατον ὥσπερ ἀκμαῖον καὶ μεσημβρινὸν ἐν τῇ αὐτοῦ πόλει· διὰ δὲ τὸ μὴ χωρεῖσθαι αὐτὸ ὑπ’ ἀνθρώπων μέση παρελθοῦσα ἡ νεφέλη τοῦ ἁγίου πνεύματος δρόσου ἔμπλεως, ἐπισκιάσει τὴν αὐτὴν πόλιν, ἵν’ ὡς ἐν ἡμέραις ἀμήτου ταῖς πρὸ τοῦ θερισμοῦ καὶ τὸ φῶς ἐκλάμπῃ καὶ ἡ νεφέλη ἐπισκιάζῃ αὐτήν. καὶ ταῦτα μὲν πρὸ τῆς συντελείας καὶ πρὸ τοῦ θερισμοῦ περὶ τὴν πόλιν ἔσται τοῦ θεοῦ, μετὰ δὲ τὸν θερισμὸν καὶ τὴν συντέλειαν τοῦ παρόντος βίου καὶ αὐτῆς τῆς ἀκράτου θεότητος τοῦ λόγου μεθέξουσιν οἱ καταξιωθησόμενοι ἐκείνου τοῦ τέλους, ὅτε ἐπιστάσης τῆς συντελείας ἄλλῃ εἰκόνι παραβληθήσεται ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ καρποφορία, δι’ ἧς εἰκόνος τὴν γενομένην διάκρισιν τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συναγομένων παρίστησιν. ὥσπερ γάρ φησιν ἐν ταῖς ἀμπέλοις, ἐπειδὰν ὄμφακες ὦσιν οἱ βότρυες, ἐπιστὰς ὁ γεωργὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν κλημάτων ἐκκόπτει οὐ μόνον, ἀλλὰ καὶ τὰ ἀτελεσφόρητα καὶ ὡσπερεὶ νεκριμαῖα τῶν βοτρύων· καὶ ταῦτα γὰρ ὡς οὐκ ἀναγκαῖα οὐδ’ ἀγαθὴν ἔχοντα ἐλπίδα πρὸς καρποῦ τελείωσιν, περιαιρεῖ ἐπιστήμῃ γεωργικῇ, ἵνα μὴ λυμήνηται τοῖς ἐρρωμένοις βότρυσι τὰ περιττὰ καὶ ἄχρηστα. διὸ ταῦτα μὲν ἀφαιρεῖ καὶ παραδίδωσιν εἰς βρῶσιν τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, τὰ δὲ τὸν ἐντελῆ διασῴζοντα καρπὸν διὰ πάσης ἐπιμελείας φυλάττει. οὕτω κατὰ τὸν καιρὸν τοῦ θερισμοῦ γενήσεσθαί φησι· τῶν γὰρ τῆς ἀμπέλου περιττῶν κλημάτων καὶ τῶν ἀχρήστων ἐν αὐτῇ βοτρύων περιαιρουμένων καὶ ἀποκοπτομένων, εἰς βοράν τε ἐκδιδομένων ταῖς κολαστικαῖς δυνάμεσιν, οἱ ἀγαθοὶ βότρυες καὶ αἱ καρποφόροι ψυχαὶ τῆς παρὰ τῷ θεῷ τεύξονται ἀγαθῆς ἐλπίδος. ἐν τούτοις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν εἰπὼν εἶναι τὴν ἄμπελον, τοὺς μαθητὰς τὰ κλήματα ὠνόμασε· βότρυας δὲ τῶν κλημάτων ἀκόλουθόν ἐστιν νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους, ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια τὰ ἄχρηστα καὶ ζωτικῆς δυνάμεως ἐστερημένα κατὰ τὸν καιρὸν τῆς κρίσεως ἀποβληθήσεσθαι διδάσκει καὶ τὰ κλήματα δὲ ὡσαύτως τὰ μηδένα βότρυν φέροντα, οἷος ἦν ὁ προδότης Ἰούδας ὁμοίως τοῖς ἀχρήστοις βότρυσιν ἀποκοπήσεσθαι. ἀντὶ δὲ τοῦ· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος· καὶ ἀποκοπήσεταί φησι τὰ εὐτελῆ αὐτῆς, ὁ δὲ Ἀκύλας· καὶ ἐκκόψει τὰ ἐκβράσματα αὐτῆς, ἐν τοῖς δρεπάνοις καὶ καταλείψει τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ συναχθήσεται ἐπ’ αὐτοὺς τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ’ αὐτὰ ἥξει, αἱ ἀντικείμεναι καὶ κολαστικαὶ δηλαδὴ δυνάμεις. Ἀλλὰ τούτων μὲν τὸ τέλος τοιοῦτον, ἑξῆς δὲ τῶν καρποφόρων κλημάτων καὶ τῶν ἐρρωμένων βοτρύων μνήμην ποιούμενος ἐπιφέρει· καὶ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου. εἴη δ’ ἂν οὗτος ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων τὴν ἀπάγουσαν εἰς τὴν ζωήν. ὁ δ’ αὐτὸς καὶ ἐκτετιλμένος ὑπάρχει, ὡς ἂν τῆς κοινῆς τῶν ἀνθρώπων ζωῆς ἠλλοτριωμένος καὶ μέγας ἐστὶ παρὰ τῷ θεῷ καὶ πολύς. διὸ λέλεκται· καὶ ἀπὸ λαοῦ μεγάλου. ταῦτα δὲ τὰ δῶρα ἀνενεχθήσεται τῷ κυρίῳ σαβαὼθ ἀπὸ τοῦ νῦν φησι καὶ εἰς τὸν αἰῶνα χρόνον· καὶ γὰρ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ λογικὰ δῶρα καὶ τὰς ἀναίμους τῷ θεῷ θυσίας ἀναπέμπων οὐ διαλιμπάνει ὁ δηλωθεὶς λαός. αὐτὸς δὲ οὗτός ἐστιν ὁ λαὸς τὸ ἀνωτέρω εἰρημένον ἔθνος καταπεπατημένον καὶ ἐλπίζον, διὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον, περὶ ἧς εἴρηται· ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ δὲ τοὺς διώξαντας αὐτὸν καὶ πολλάκις καταπατήσαντας καταπεπατημένον. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· ἔθνος ὑπομένον καὶ συμπεπατημένον. ὁρᾷς ὅπως τὸν λαὸν τὸν τετιλμένον ὑπομένοντα ὠνόμασεν. καὶ ἐπιλέγει· ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; τὸ γὰρ ἔθνος τοῦτο ἐν μέρει ποταμοῦ τῆς τοῦ θεοῦ χώρας ἐτύγχανεν, ἅτε ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἐμπολιτευόμενον, ὡς λέγειν· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· οὐδὲ γὰρ τὸν πάντα ποταμὸν ἐχώρει, λέγω δὲ τὸν τοῦ θεοῦ λόγον, ἡ δηλωθεῖσα χώρα. διὸ ἐν μέρει ποταμοῦ τῆς χώρας τοῦ θεοῦ λέγεται γεγονέναι τὸ δηλωθὲν ἔθνος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὗ διήρπασαν ποταμοὶ τὴν γῆν εἴρηται· τούτου γὰρ τοῦ ἔθνους τοῦ θεοῦ οἱ πολέμιοι καὶ διῶκται ἦσάν ποτε διαρπάσαντες τὴν γῆν, ὅτε αὐτοὺς ἤλαυνον ἐκθλίβοντες καὶ καταπατοῦντες οἱ τῆς τοῦ θεοῦ πόλεως ἐπίβουλοι, περὶ ὧν εἴρηται· ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι, καὶ πάλιν· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. ἀλλὰ γὰρ τούτων ἁπάντων ἐλευθερωθεὶς ὁ πάλαι τεθλιμμένος καὶ τετιλμένος λαὸς καὶ τὸ ἔθνος τὸ καταπεπατημένον μέν, ἐλπίζον δὲ ἐπὶ τὸν θεόν, δῶρα τῷ κυρίῳ σαβαὼθ ἀνοίσει. ποῦ δὲ ἀνοίσειν λέγεται ἢ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαώθ, ἐν ὄρει Σιών· καταξιωθεὶς γὰρ τῆς ἐπουρανίου πόλεως ὁ τοσαῦτα πεπονθὼς λαὸς τὰς πνευματικὰς ἀνοίσει θυσίας ὑπ’ ἀρχιερεῖ τῷ υἱῷ τοῦ θεοῦ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα τοῦ κυρίου σαβαώθ, εἰς ὄρος Σιών, περὶ οὗ φησιν ὁ Ἀπόστολος· προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ. τοῦτο τέλος τῆς κατὰ Δαμασκοῦ προφητείας, ἀρξάμενον μὲν ἀπὸ τῶν δηλωθέντων χρόνων, καταλῆξαν δὲ ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος καὶ τὸ τρισμακάριον τέλος τῶν τῆς θεοσεβείας ἀθλητῶν. Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι, ὅπως εἴρηται· ὅρασις Αἰγύπτου. οὐ γὰρ ὡς ἐπὶ τῆς Βαβυλῶνος ἐλέγετο· ὅρασις κατὰ Βαβυλῶνος, οὐδ’ ὡς ἐπὶ τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ· ὅρασις, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, οὐδ’ ὡς ἐπὶ τῆς Δαμασκοῦ καὶ τῆς Μωαβίτιδος, οὕτως καὶ ἐπὶ τῆς Αἰγύπτου· οὐ γὰρ εἴρηται ὅρασις κατὰ τῆς Αἰγύπτου, ἀλλ’ ὅρασις Αἰγύπτου, ἤτοι ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾶν καὶ θεωρεῖν ὀφθαλμοῖς διορατικῶς τὰ θεσπιζόμενα· ἢ ὡς τοῦ προφήτου τὴν ὅρασιν τεθεαμένου τὴν τὰ κάλλιστα τοῖς Αἰγυπτίοις προαναφωνήσασαν. τί γὰρ κάλλιον, τί δὲ μακαριώτερον ὑπάρχειν ἤμελλεν Αἰγυπτίοις τοῦ τὸν κύριον τῆς αὐτοῦ παρουσίας καταξιοῦν αὐτοὺς καὶ τὴν αὐτοῦ γνῶσιν αὐτοῖς παρέξειν καὶ ποιήσειν, ὅσα ἄλλα ἐμφέρεται τοῖς Αἰγυπτίοις;