Ancient Greek · ~46 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.83.1
Not analysed yet
Εἰ μὲν περὶ πραγμάτων πάλαι παρεληλυθότων καὶ τοῖς ἔργοις ἐκ μακροῦ τετελεσμένων μόνων διελάμβανον αἱ περὶ τῶν ἀλλοφύλων προφητεῖαι, περιττὸν ἦν αὐτὰς πολυπραγμονεῖν μηδὲν πρὸς ἡμᾶς περιεχούσας, νῦν δὲ πρὸς τῷ λέγειν τὰ μέλλοντα συμβήσεσθαι τοῖς εἰρημένοις ἔθνεσι καθ’ ἑκάστην προφητείαν ἰδιάζων φέρεται λόγος θεοσεβείᾳ προσήκων. ὃ δὴ καὶ θαυμάσαι ἐστίν, ὅπως ἐφ’ ἑκάστου ἔθνους ἀφωρισμένως ἰδιάζοντά τινα θεσπίζεται καὶ ἐν τούτοις αὐτοῖς τὰ συντείνοντα εἰς τὸν θεοσεβῆ λόγον πάλιν ἰδίως ἐμφέρεται. αὐτίκα γοῦν ἡ μὲν περὶ Βαβυλῶνος ὅρασις δόγμα καθολικὸν ἀνεκίνει τὸ περὶ τῆς προσδοκωμένης τοῦ θεοῦ δικαιοκρισίας καὶ ὡς εἰς ἔσχατον ἐρημίας ἡ Βαβυλὼν ἥξει καθαιρεθείσης ὑπὸ Μήδων τῆς τῶν Ἀσσυρίων ἀρχῆς· οὐ μὴν ὅτι ἔσται θυσιαστήριον ἐν Βαβυλῶνι οὐδ’ ὅτι θεοσεβεῖς οἱ ἐν αὐτῇ γενήσονται εἴρηται. ἡ δ’ ὅρασις Αἰγύπτου οὐκ αὐτῆς ἐρημίας, ἀλλὰ τῆς παρ’ αὐτοῖς εἰδωλολατρίας ἐδήλου, πλῆθός τε θεοσεβείας ἔσεσθαί φησι καὶ γνώσεως θεοῦ παρ’ αὐτοῖς Αἰγυπτίοις. οὕτω καὶ τῇ Μωὰβ ἰδιάζοντά τινα προειπὼν τῶν παρ’ αὐτοῖς βωμῶν ἀφανισμὸν ἐπάγει, ἐκκλησίας τε θεοῦ σύστασιν καὶ Χριστοῦ θρόνον ἱδρυθήσεσθαι παρ’ αὐτοῖς θεσπίζει. ὡσαύτως καὶ ἐν τοῖς περὶ Δαμασκοῦ πλεῖστα ὅσα ἐπενήνεκται περὶ ἐπιστροφῆς τῶν πάλαι τὸν θεὸν μὴ εἰδότων ὅσα τε ἄλλα διειλήφαμεν τὰ κατὰ τοὺς τόπους διερευνώμενοι καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν τὰ περὶ Τύρου λεγόμενα ἔχει μέν τινα ἰδιάζοντα περὶ τῶν ἐπελεύσεσθαι αὐτῇ μελλόντων, καὶ πάλαι πεπλήρωται κατὰ τοὺς τῶν Ἀσσυρίων χρόνους, ὑφ’ ὧν πολιορκηθεῖσα πέπονθε τὰ ἐμφερόμενα τῇ προφητείᾳ. ὁ δ’ ἐπὶ τέλει τῆς ὑποθέσεως λόγος φάσκων· καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου τὸ κεφάλαιον τῆς προφητείας συντεῖνον εἰς ὑπόθεσιν θεοσεβείας παρίστησι. τὸ ῥῆμα τοίνυν τὸ περὶ Τύρου ἐν τοῖς πρώτοις σημαίνει τὴν ἐπελθοῦσαν τῇ πόλει πολιορκίαν, καθ’ ὃν χρόνον ἐπιστὰς ὁ Ἀσσύριος μετὰ τῶν ἄλλων ἐθνῶν καὶ αὐτὴν εἷλε καὶ τὴν Σιδῶνα, ὡς καὶ ἐν ταῖς ἔξωθεν ἐμφέρεται ἱστορίαις. εὕρομεν γοῦν παρὰ τοῖς τὰ Ἀσσύρια γραφῇ παραδεδωκόσιν ὡς ἐπελθὼν ὁ τῶν Βαβυλωνίων βασιλεὺς αὐτὸς ἐκεῖνος ὁ τὰ Ἱεροσόλυμα πορθήσας οὐ μόνην τὴν Παλαιστίνην, ἀλλὰ καὶ τὴν Ἀραβίαν καὶ τὴν Δαμασκὸν καὶ πᾶν τὸ Φοινίκων γένος ἐχειρώσατο. κρίνας γὰρ ὁ θεὸς τὸν χρηματίζοντα αὐτοῦ λαόν, λέγω δὲ τὸν Ἰσραήλ, πικροτέρας ἐπιστρεφείας πεῖραν λαβεῖν διὰ τῆς τῶν Ἀσσυρίων ἐπιθέσεως, οὐδὲ τὰ λοιπὰ παρῆλθεν ἔθνη ἀνεκδίκητα ὅσα ἦν ἐπαναστάντα τῷ Ἰσραὴλ κατὰ τὸν τῆς ἁλώσεως αὐτῶν χρόνον. τίνα δὲ ἦν ταῦτα τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον ; ὁρᾷς πῶς καὶ Τυρίων ἐμνήσθη ὡς καὶ αὐτῶν ἐπιθεμένων κατὰ τὸν τῆς πολιορκίας τοῦ λαοῦ χρόνον. εἰκότως οὖν ἡ προφητεία καὶ τὰ τῇ Τύρῳ ἐπελευσόμενα σημαίνει καὶ τὸν χρόνον δὲ τῆς ἐρημώσεως Τύρου τοσοῦτον ἔσεσθαί φησιν, ὅσος γέγονε καὶ ὁ τῆς ἐρημίας τῆς Ἰερουσαλήμ. λέγει γοῦν· καὶ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνος βασιλέως καὶ ὡς χρόνος ἀνθρώπου ἑνός. ἐν τῷ καιρῷ τοίνυν ἐκείνῳ, καθ’ ὃν τὴν τοσαύτην ὑπέμεινεν ἐρημίαν ἡ Τυρίων πόλις, εἰκὸς ἦν αὐτοὺς μηκέτι μηδὲ τῇ συνήθει κεχρῆσθαι ἐμπορίᾳ ναυτικοὺς ὄντας καὶ πάντα πραγματείαις ταῖς διὰ θαλάσσης σχολάζοντας. διὸ λέλεκται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται. διὰ τί δὲ Καρχηδόνος ἐν τούτοις μνήμην ἡ προφητεία πεποίηται, ἀλλ’ ἐπειδήπερ ἦν τις Τυρίοις καὶ Καρχηδονίοις παλαιᾶς οἰκειότητος σχέσις, τῶν τὴν Ἀφρικὴν οἰκούντων ὑποδεξαμένους ποτὲ τοὺς Τυρίους οἱ καὶ πρῶτοι κτῖσται τῆς Καρχηδόνος γεγόνασιν. ἀφανισθείσης τοίνυν τῆς Τύρου οὐκέτ’ ἦσαν οἱ τὰς ἐμπορίας ἐξ αὐτῆς κομίζοντες ἐπὶ Καρχηδόνα οὐδὲ οἱ ἀπὸ τῆς Καρχηδόνος εἰωθότες διαπλεῖν ἐπὶ τὴν Τύρον. διὸ εἴρηται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων, ἢ ἐκ γῆς Χεττιεὶμ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. λέγεται δὲ ἡ Κύπρος οὕτω δηλοῦσθαι καὶ Κίτιον εἶναι πόλιν ἐν αὐτῇ, δι’ ἧς παρέπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι. τὸ δ’ αἴτιον τοῦ μηκέτι τὰς συνήθεις ἐμπορίας τῶν Τυρίων γίγνεσθαι ἑξῆς παρίστησι λέγων· ἦκται αἰχμάλωτος, δῆλον δ’ ὅτι ἡ Τύρος. Ἀντὶ δὲ τοῦ· τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας σιωπήσατε, ὁ δὲ Σύμμαχος σιγήσατε οἱ κατοικοῦντες τὴν νῆσον εἰρήκασιν. ἦν γάρ τις καιρός, ἐν ᾧ ἐμεγαλαύχουν φρυαττόμενοι καὶ ἐπαιρόμενοι καὶ λόγοις ἀλαζονικοῖς χρώμενοι, ἀλλὰ σιωπᾶν αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. οἱ δ’ αὐτοὶ ἦσάν ποτε μεταβόλοι Φοινίκης, πλοῦτον πολὺν σωρεύοντες ὡς ἀμήτῳ παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, νῦν δὲ πάντων ἀθρόως ἀφῃρημένους καὶ τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν στερηθέντας, αἰσχύνην καταχέεσθαι προσήκει μὴ μόνους, ἀλλὰ καὶ τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας Σιδωνίους, μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ ἀποθρηνούσης αὐτοὺς διὰ τὸ μηκέτ’ ἔχειν οὓς θρέψειε νεανίσκους καὶ παρθένους. ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὄντες γεννήματα ὑπ’ αὐτῆς ἐτρέφοντο, ὅτε ἤνθει τὰ Τυρίων πράγματα, νῦν δ’ ὅτε μηκέτι ἐστίν, εἰκότως ἀποκλάεται αὐτοὺς ἡ θάλασσα καὶ ἡ ἰσχὺς αὐτῶν ἀποθρηνεῖ ὡς ἐπὶ τέκνοις ἀπολωλόσιν ὀλοφυρομένη. ἀλλὰ καὶ ἡ Αἴγυπτος ἐκ γειτόνων φησὶ παρακειμένη ἐν ὀδύνῃ καταστήσεται φροντίζουσα καὶ ἀγωνιῶσα περὶ ἑαυτῆς, μή πη τὰ ὅμοια πάθοι τῇ Τύρῳ. ὧν οὕτω γενομένων, εἰ δύνασθέ φησιν οἱ μετὰ τοὺς ἀπολωλότας ὑπολειφθέντες ἐν τῇ Τύρῳ, διάβητε φεύγοντες ἐπὶ τοὺς ὑμετέρους ἀποίκους τοὺς τὴν Καρχηδόνα οἰκοῦντας. κἀκεῖσε ἀπομείναντες ἀποκλαύσασθε τὴν ἑαυτῶν πατρίδα καταμεμφόμενοι μὴ ἑτέρους ἐφ’ οἷς πεπόνθατε, ἀλλὰ τὴν ὑμῶν αὐτῶν ὑπερηφανίαν καὶ τὴν ὕβριν, ᾗ πάντας ἀνθρώπους περιβάλλειν ἐπειρᾶσθε. Τὰ δὲ συμβεβηκότα ὑμῖν, ὦ Τύριοι, μὴ εἱμαρμένης ἐπιγράφετε ἀνάγκῃ, ἀλλὰ ζητήσατε παρ’ ἑαυτοῖς, τίς ταῦτα ἐβουλεύσατο, τίς ἔκρινε ταῦτα παθεῖν τὴν ὑμετέραν πατρίδα· ζητοῦντες γὰρ εὑρήσετε θεοῦ δικαίᾳ κρίσει ταῦτα αὐτῇ συμβεβηκέναι· κύριος γὰρ σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος τοῦτον ἐξήνεγκε τὸν ὅρον, οὐ μόνης τῆς Τύρου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ταπεινῶν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν. διὸ καὶ τῇ Βαβυλῶνι τὰ ὅμοια διὰ τῶν ἔμπροσθεν ἠπείλει καὶ τῇ Μωὰβ καὶ τῇ Δαμασκῷ καὶ τοῖς λοιποῖς τοῖς προωνομασμένοις· θεὸς γάρ ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν. Μηκέτι τοίνυν ἐπαίρου, ὦ αὕτη μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ, ταπεινωθεῖσα δὲ περὶ τὴν σεαυτῆς ἀσχολοῦ γῆν γεωπονοῦσα καὶ ἐκ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ θαλάττης κέρδη. καὶ γὰρ τούτων ἀπολαύουσα οὐκ ἔφερες σαυτῆς τὴν εὐδαιμονίαν, ἀλλ’ ἐξύβριζες παροξύνουσα βασιλεῖς πάντας τοὺς πλησιοχώρους. πλὴν οὐκέτι σοι πράττειν ταῦτ’ ἐξέσται οὔτε καθ’ ἑτέρων οὔτε κατὰ τῆς πλησίον σου Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπεχείρεις. Ἀλλὰ καὶ εἰ ἀπέλθοις εἰς Κίτιον, τὴν ἀνωτέρω λεχθεῖσαν Κυπρίων πόλιν, ὡς πρὸς γνώριμον καὶ ἐκ παλαιοῦ συνήθη καὶ φίλην, οὐδ’ ἐκεῖ ἀνάπαυσις ἔσται σοι τοῦ πανταχόθεν ἐλαύνοντος καὶ ἀποκλείοντός σε. εἰ δὲ καὶ εἰς τὴν Χαλδαίων γῆν αὐτομολῆσαι θελήσειας, ἴσθι ὅτι καὶ ἡ τούτων βασιλικὴ πόλις ἡ Βαβυλὼν ἔρημος ἔσται διὰ τοὺς οἰκήσαντας αὐτὴν ἀσεβεῖς καὶ ὑπερηφάνους ἄνδρας, ὅθεν καὶ ὁ τοῖχος αὐτῆς πέπτωκεν, λέγω δὲ ἡ δύναμις ἡ βασιλική, δι’ ἧς τὸ παλαιὸν ὠχύρωτο. Ποίαν τοίνυν ἄλλην καταφυγὴν ἕξεις ἢ ὁπόθεν ἐλπίδα σωτηρίας σεαυτῇ ποριεῖς; διὸ θρηνεῖν εὔλογον τοὺς ἀποίκους τοὺς ὑμετέρους, λέγω δὲ τοὺς Καρχηδονίους, σὲ τὴν Τύρου ὀχύρωμα αὐτῶν ποτε γενομένην, τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρον πάντα ἐν ὀλίγοις ἔτεσιν συντελεσθήσεται, ἐν ὅσοις καὶ ἡ τῷ θεῷ ἀφιερωμένη πόλις Ἰερουσαλὴμ κατέστη ἔρημος. ἔκρινε γὰρ ὁ θεὸς ἀνθρώπου ἑνὸς ζωῆς χρόνον, λέγω δὲ ἑβδομήκοντα ἔτη, ἀνορίσαι τῇ μελλούσῃ διαλήψεσθαι ἐρημίᾳ τὴν Τύρον ἢ καὶ βασιλέως ἑνὸς πολυετοῦς ἀρχήν. Ἐν δὲ τούτοις τοῖς ἑβδομήκοντα ἔτεσιν ᾠδὴν καὶ ᾆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς. καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν χρόνον τῆς σῆς ἐρημίας ῥεμβομένη καὶ τόπον ἐκ τόπου μεθισταμένη καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα, ἅτε δὴ ἐπιλελησμένη ἐκ τοῦ θεοῦ. εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν μηκέτι πορνικῶς, ἀλλ’ ἐπιστημονικῶς χρήσασθαι τῷ σεαυτῷ ὀργάνῳ πολλὰ κιθάρισον καὶ πολλὰ ᾆσον δι’ εὐχῶν καὶ ἱκετηρίων τῶν πρὸς τὸν θεόν. οὕτω γὰρ ἔσται σοῦ ποτε μνεία παρὰ τῷ θεῷ, εἰ τοῖς μέλεσι τοῦ σώματος καὶ τοῖς αἰσθητηρίοις αὐτοῖς εὖ ἡρμοσμένοις κιθάρας δίκην ἐπιστημόνως χρήσαιο σωφρόνως βιοῦσα καὶ θεῷ ἀρεσκόντως ᾄδουσα· οὕτω γάρ σου μνεία γενήσεται καταξιώσαντός σε τῆς ἑαυτοῦ μνήμης τοῦ θεοῦ. αὐτίκα γοῦν συμπερανθέντος τοῦ προλελεγμένου χρόνου ἐπισκοπῆς τῆς παρ’ αὐτοῦ τεύξῃ καὶ αὖθις ἀποκατασταθήσῃ εἰς τὸ ἀρχαῖον, ὥστε πάλιν συστῆναι ἐν σοὶ ἐμπόριον καὶ τοὺς ἁπανταχόθεν συρρεῖν ἐπὶ σὲ σπεύδοντας καὶ τὰς ἑαυτῶν πραγματείας ἐπὶ σοὶ κομίζοντας. Ταῦτα καὶ τὰ ἐχόμενα τῆς αὐτῆς διανοίας περὶ τῆς καταλαβούσης τὴν Τύρον ἐρημίας, περί τε τῆς ἀνανεώσεως αὐτῆς, ἥτις εἰσέτι καὶ νῦν συνέστηκε, διελθὼν ὁ λόγος ἐπιφέρει· καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ. τὸ δ’ ἀκριβὲς ἐξετάζων τῆς ἀναγνώσεως ἐπέστησα τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ φησάσῃ· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ. οὕτω δὲ ἀκριβῶς ἡ Ἑβραϊκὴ φωνὴ δίχα τῶν ἄρθρων ἐμπόριον καὶ μίσθωμα περιέχει, οὐ κατὰ τοὺς Ἑβδομήκοντα ἡ ἐμπορία καὶ ὁ μισθός, δι’ οὗ δοκεῖ σημαίνεσθαι πᾶσα ἡ ἐμπορία καὶ πᾶς ὁ μισθός, ἀλλὰ κατὰ τὸν Ἀκύλαν ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ· οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς οὐδὲ πᾶν τὸ μίσθωμα αὐτῆς, ἀλλὰ μέρος τι τοῦ ἐμπορίου καὶ μέρος τι τοῦ μισθοῦ ἔσται ἡγιασμένον τῷ κυρίῳ. ὃ δὴ καὶ πληροῦται καθ’ ἡμᾶς αὐτούς· τῆς γὰρ ἐκκλησίας τοῦ θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων, τῶν τε ἐκ πραγματείας ποριζομένων ἁγιάζεται τῷ κυρίῳ προσφερόμενα τῇ ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ, οὐχ ἑαυτοῖς οὐδ’ ἵνα αὐτοὶ χρήσωνται τοῖς τῷ θεῷ προσφερομένοις δώροις, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου, δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· οὕτω γὰρ ὁ κύριος διετάξατο τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν, καί· οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται. τούτοις οὖν αὐτοῖς ὡς ἂν ἱερεῦσι τοῦ θεοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα αὐτῆς ἡγιασμένον τῷ κυρίῳ καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου. μετέχει δὲ θαύματος ὁ λόγος, εἰ Τύριοι οἱ εἰδωλολάτραι καὶ πάντοτε τοῦ Ἰσραὴλ ἐχθροὶ ἤμελλον δῶρα καὶ ἀπαρχὰς τῆς ἐμπορίας αὐτῶν τῷ θεῷ τοῦ Ἰσραὴλ προσφέρειν, μεῖζον δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα τυγχάνει ἔργοις αὐτοῖς καθ’ ὑμᾶς πληρούμενον. τούτοις ἑξῆς εἴρηται· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν μνημόσυνον ἔναντι κυρίου. ἃ δὴ καὶ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι, οἷς ἀκολούθως καὶ τὴν παρὰ τοῖς Ἑβδομήκοντα διάνοιαν ἐφαρμόσομεν· τοῖς γὰρ κατοικοῦσιν ἔναντι κυρίου ἔσται τὰ ἀπὸ τῆς ἐμπορίας αὐτῆς ὥστε φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν καὶ εἰς μνημόσυνον ἔναντι κυρίου. εἰ μὲν οὖν εἴη προσκείμενον κατὰ τοὺς Ἑβδομήκοντα τό· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, ἄλλως ἂν ἀποδοθείη ὁ λόγος, ἐπεὶ δ’ οὔτε ἡ Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ πᾶσα ἡ ἐμπορία αὐτῆς εἰρήκασι, μέρος δέ τι τῆς ἐμπορίας αὐτῆς καὶ τοῦ μισθοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ὑπὸ τῶν πιστῶν τῶν τὴν Τύρον οἰκούντων προσφέρεσθαι δεδηλώκασιν. ἔργῳ δείκνυται τὸ συμπέρασμα τοῦ θεσπίσματος πεπληρωμένον κατὰ ἀποδοθέντα λόγον. τίς δὲ τούτοις ἐντυγχάνων οὐκ ἀποθαυμάσει τὴν πρὸ τοσούτων χρόνων γενομένην πρόρρησιν, ἣ τοὺς εἰδωλολάτρας καὶ ἐκτόπως περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους, Ἰουδαίων τε ὄντας ἐχθροὺς καὶ πολεμίους πάντοτε εἰς τοσοῦτον ἥξειν μεταβολῆς φησιν, ὡς τὸν παρὰ Ἰουδαίοις τιμώμενον θεὸν γνώσεσθαι καὶ δῶρα αὐτῷ προσάξειν, ἃ δὴ καὶ ταῦτα διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτος ἔργοις ἀποτελεσθέντα δείκνυται. ἐν τούτοις περιγραφὴν ἔχουσιν αἱ περὶ τῶν ἀλλοφύλων ἐθνῶν προφητεῖαι, τὰ δ’ ἑξῆς ἑτέρας ἅπτεται ὑποθέσεως.