Ancient Greek · ~73 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.84.1
Not analysed yet
Ἀρχόμενος ὁ προφήτης τὰ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ ἑώρα προϊὼν δὲ μετὰ πολλὰ τὰ μεταξὺ λελεγμένα τὰ περὶ τῶν ἀλλοφύλων, διεξῆλθεν εἶτα μερικὴν μνήμην ποιησάμενος τῶν κατηριθμημένων ἐθνῶν, ἀκολούθως διὰ τῶν προκειμένων καθολικὴν ἐκτίθεται προφητείαν περὶ πάσης θεσπίζων τῆς οἰκουμένης· ἐπειδὴ γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. εἰκότως ὡς ἂν εἰ πάντων ἀνθρώπων κηδόμενος διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ θεοῦ κρίσεως, ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. ὅτι δὲ τὰ προκείμενα καθολικὴν ποιεῖται διδασκαλίαν γνῴης ἂν ἐπιτηρήσας, ὡς οὔτε τῆς Ἰουδαίας οὔτε τῆς Σαμαρείας, ἀλλ’ οὐδὲ Τύρου ἢ Δαμασκοῦ ἢ Βαβυλῶνος ἢ ἄλλου τινὸς ἔθνους, σαφῶς δὲ ὁ λόγος περὶ τῆς συντελείας τοῦ βίου καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης κρίσεως διαλαμβάνει, ὡς ἂν πάντες ἄνθρωποι διδαχθεῖεν τὰ τοὺς ἀσεβεῖς διαδεξόμενα μετὰ τὸν ἐνεστῶτα βίον καὶ τὰ τοῖς θεοσεβέσιν ἐν ἀγαθοῖς τεταμιευμένα. ἀρχὴν δὲ ποιεῖται ἀπὸ τῶν σκυθρωποτέρων, ἵν’ ἐπὶ τὰ χρηστότερα καταλήξῃ. διό φησιν· Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν· κρινομένων γὰρ τῶν ἐπὶ τῆς γῆς καὶ μετατιθεμένων εἰς ἕτερά τινα τοῦ σύμπαντος κόσμου χωρία, ἀκόλουθον ἦν τὸ πάλαι τῶν ἀνθρώπων οἰκητήριον ἔρημον καταλειφθῆναι διὰ τὸ μηκέτ’ ὑπάρχειν τοὺς ἐνοικοῦντας ἐν αὐτῷ. καὶ τὸ πρόσωπον δὲ τῆς γῆς φησι, τοῦτ’ ἔστι τὴν ἐπιφάνειαν αὐτῆς, ἀνακαλύψει, ὅπως οἱ ἐν αὐτῇ κεκαλυμμένοι εἰς φῶς προέλθοιεν σημαίνοντος τοῦ λόγου τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον. καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα διασκορπίσει, ἄλλον ἀλλαχοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί, μέγας τε καὶ πολὺς ὁ τοῦ θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχάς, τῶν μὲν ἀσεβῶν τὸν ᾅδην καὶ τὰ ὑπὸ γῆν οἰκητήρια, σκοτείους τε καὶ ἀοράτους μυχοὺς κληρωσαμένων κατὰ τό· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται, τῶν δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ γενησομένων. ἐπειδὰν δὲ ἀνακαλυφθῇ τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, παραστήσονται οἱ κρινόμενοι πρὸ τοῦ βήματος τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου πάντες, ὡς μηδὲν διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλεῖόν τι ἐσχηκέναι ἤτοι ἐπ’ ἀξιώματι ἢ γένει ἢ πλούτῳ τῶν ὑποδεεστέρων· πάντες γὰρ ἐξ ἴσου τότε παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ. ὁμοίως ἱερεὺς καὶ τῷ ἱερεῖ παραπλησίως ὁ λαός, καὶ οἱ ὅμοιοι πάντες· ἐπεὶ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ. διὸ εἴρηται καὶ παρὰ τῷ Ἰώβ· μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. καὶ πάλιν ὁμοίως ὁ δοῦλος καὶ ὁ δεσπότης καὶ ἡ ποτὲ δὲ θεράπαινα τῇ νομισθείσῃ ἑαυτῆς κυρίᾳ ἐξ ἴσου στήσεται. ἀλλὰ καὶ ὁ διὰ πλείονα περιουσίαν πωλῶν καὶ ἀγοράζων, ὅ τε διὰ πλοῦτον δανείζων τοῖς δεομένοις ὅμοιος ἔσται τῷ διὰ πενίαν δανιζομένῳ καὶ δι’ ἔνδειαν ὠνουμένῳ. Ἑξῆς τοῖς εἰρημένοις συνῆπται τό· φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· φωνῆς γὰρ ἀποφαντικῆς θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν, οὓς διὰ τὸ γεῶδες φρόνημα γῆν ὀνομάζει. ὥσπερ γάρ ποτε ἐλέχθη τῷ Ἀδάμ· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσωμάτοις καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία. διαλήψονται δ’ αὐτοὺς καὶ ἄλλαι τινὲς ὥσπερ δήμιοι δίκας εἰσπραττόμενοι, ὧν τετολμήκασιν ἑαυτοὺς μὲν φθορᾷ παραδόντες, τὴν δ’ εἰκόνα τοῦ θεοῦ τὴν ἐν αὐτοῖς καθυβρίσαντες. τίνες δ’ οὗτοι ἢ πάντως τιμωροὶ καὶ κολαστικοί τινες δαίμονες, οἳ προνομὴν ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχάς, ὅτε καὶ πενθήσουσιν ἑαυτὰς αἱ πένθους ἄξια διαπραξάμεναι. διὸ καὶ εἴρηται· ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη. τίς δ’ ἔστιν ἡ πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη, διασαφεῖ ἐπιφέρων· ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ θεοῦ μετελεύσεται, ἐπεὶ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀντὶ δὲ τοῦ· ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, ὁ Σύμμαχος· ἡ δὲ γῆ φησιν ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν· οὗτοι γὰρ οἱ προλεχθέντες ὑψηλοὶ τῆς γῆς ἐφονοκτόνησαν αὐτὴν φονῶντες καὶ αἱμάτων αὐτὴν πληρώσαντες. ταῦτα δὲ πέπονθεν ἡ γῆ διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὸ πρόσταγμα, διεσκέδασαν διαθήκην αἰώνιον· πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, τὸν φυσικὸν νόμον παρειληφότες καὶ τὰ προστάγματα τοῦ θεοῦ ταῖς αὐτῶν ψυχαῖς ἔχοντες γεγραμμένα, τήν τε διαθήκην τὴν ἐξ αἰῶνος ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, καὶ ἔπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασιν ἐκδεδωκότες, παραβάται τοῦ φυσικοῦ γεγόνασι νόμου. διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ κριθησόμενοι καὶ λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως. Καὶ διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν. ὥσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιΐας μήπω ἁμαρτίας ὑποστάσης εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον, οὕτως ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἀρά φησιν ἔδεται τὴν γῆν, κατὰ δὲ τὸν Σύμμαχον· διὰ ταύτην τὴν ἀρὰν ἐπένθησεν ἡ γῆ· διὰ γὰρ τὴν ἀρὰν τὴν τοῖς ἀνθρώποις ἐπελθοῦσαν ὥσπερ μήτηρ αὐτῶν ποτε γενομένη ἡ γεννήσασα καὶ ἀναθρεψαμένη αὐτοὺς γῆ πένθος ἐπ’ αὐτοῖς ἀναλήψεται. καὶ πάλιν ἀντὶ τοῦ· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, ὁ Σύμμαχος διὰ τοῦτο ἐκτρυχωθήσονται εἴρηκεν. πάντων δὲ τῶν ἐπὶ γῆς ταῦτα πεισομένων ὀλίγοι τινὲς καταλειφθήσονται οἱ τὴν εἰκόνα τοῦ ἐπουρανίου ἐν ταῖς ἑαυτῶν ψυχαῖς διασώσαντες. Ἀντὶ δὲ τοῦ· πενθήσει οἶνος, ὁ Ἀκύλας ἐπένθησεν ὀπωρισμὸς ἐξέδωκε σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ καὶ τὸ βραχὺ καὶ εὐδιάφορον τῆς τῶν ἀνθρώπων τρυφῆς. τότε δὲ καὶ πάντας στενάξειν φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὡδευκότας, οἰνοφλυγίαις τε καὶ ἀσωτίαις τὴν ἑαυτῶν κατατρίψαντας ζωήν· οἱ καὶ μηκέτ’ ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ’ αἷς ἔπραξαν αἰσχραῖς καὶ ἀθεμίτοις πράξεσιν αἰσχύνην καταχεοῦνται. διὸ λέλεκταί που· πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον. ἀλλὰ καὶ ὁ νῦν ἡδὺς οἶνος καὶ τὸ καλούμενον σίκερα, ὅπερ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς μέθυσμα ὠνόμασται, κατ’ ἐκεῖνο καιροῦ πικρὸν αὐτοῖς ἔσται. τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν· οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ ἑαυτῶν πράττουσι καταθύμια. πολλάκις δὲ ὁ λόγος οἴνου μνημονεύσας τὴν τῶν ἀνθρώπων τρυφὴν ᾐνίξατο ἢ τὸ τῆς κακίας μέθυσμα καὶ τὸν τῆς ψυχῆς κάρον παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ μεθύσματος ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς. διὸ ἐπιλέγεται· ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα ἐπιλέγει ἡ προφητεία· ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, σαφῶς διδάσκουσα περὶ τῆς καθολικῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. οἷς ἐπιφέρει· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ θεοῦ μετελθεῖν. ἀντὶ δὲ τοῦ· καὶ ἐὰν παύσηται ὁ τρύγητος, οὗτοι φωνῇ βοήσονται, διαστολῇ χρησάμενος ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπών· ὡς ἐπιφυλλίδες, ἐὰν συντελεσθῇ τρύγητος. εἶτα μέχρι τούτου στήσας τὴν διάνοιαν ἐξ ἑτέρας ἀρχῆς ἐπιφέρει λέγων· οὗτοι ἐπαροῦσι φωνὴν αὐτῶν. τὸ μὲν οὖν πρῶτον τῇ τῶν προτέρων ἀποδέδοται διανοίᾳ· ὡς γὰρ οἱ τὸν τῆς ἐλαίας καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταπάλλειν μέχρι καὶ μιᾶς εἴ που περιλειφθείη, καὶ ὡς μετὰ τὸν τρύγητον ἐπανιόντες τινὲς ἀναλέγονται ῥῶγάς τινας βραχεῖς ἢ βότρυς τοὺς περιλειφθέντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται μέχρις ἑνὸς ὡς μηδένα διαφυγεῖν τὴν τοῦ θεοῦ κρίσιν. ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα πείσονται, οὗτοι δ’ ἐπαροῦσι φωνὴν αὐτῶν· τίνες δ’ οὗτοι ἀλλ’ ἢ οἱ τοῦ κρείττονος τάγματος; εἶεν δ’ ἂν οὗτοι οἱ τῆς παρὰ τῷ θεῷ μακαριότητος ἠξιωμένοι. διὸ ἐπιλέγει ἑξῆς ὁ Σύμμαχος· οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι κύριον, κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν οἱ μὲν τῇ κολάσει παραδοθησόμενοι τρύγητον ἔσχατον παθόντες καὶ μέχρις ἑνὸς ἀναλεχθέντες φωνὰς ἀποδώσουσι βοῶντες ἐν τῷ κολάζεσθαι, οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ θεοῦ εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. τότε γὰρ αὐτὸς ὁ κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἐπὶ ταύτῃ τοίνυν τῇ δόξῃ τοῦ ἑαυτῶν κυρίου εὐφρανθήσονται οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. ἀντὶ δὲ τοῦ· ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, ἤχησαν ὕδατα θαλάσσης ὁ Θεοδοτίων ἡρμήνευσε σημαίνων τὸ μέγεθος τῆς βοῆς, ᾗ χρήσονται οἱ δοξάζοντες τὸν ἑαυτῶν κύριον· ἤχῳ γὰρ θαλάσσης παραβληθήσεται αὐτῶν ἡ φωνή. Καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται ταῖς ἐκκλησίαις, δηλαδὴ ταῖς πάλαι μεταξὺ τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης ἀπειλημμέναις, ἐφ’ ἃς ἡ δόξα κυρίου ἐπιλάμψεται τότε. ἐπὶ τούτοις ὁ λόγος ἀνυμνεῖ καὶ ἀναφημεῖ τὸν θεὸν τὸν τὴν δόξαν ἑαυτοῦ ταῖς νήσοις δωρησάμενον. διό φησι· Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. κατὰ δὲ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἠκούσαμεν, κατὰ δὲ τὸν Ἀκύλαν· μελῳδίας· οἱ γὰρ τῆς μερίδος τοῦ θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ κυρίου καὶ εὐφραινόμενοι ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν. ὃ δὴ καὶ ἀποθαυμάζει ὁ προφήτης, εἰ ἀπὸ τῶν περάτων τῆς γῆς καὶ αἱ νῆσοι αἱ τῆς δόξης κυρίου καταξιωθεῖσαι ὕμνους αὐτῷ καὶ ψαλμοὺς ᾄδουσι. σφόδρα ἀκολούθως μνημονευσάντων νήσων, λέγω δὲ τῶν ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἐπιτελουμένων, κατὰ καιρὸν ἐμνημόνευσεν εἰπών· ψαλμοὺς ἠκούσαμεν. εἰ δὲ λέγοιτο· τέρατα ἠκούσαμεν ὡς ἐπὶ παραδόξοις τερασίοις τοῦτό φησι· τὸ γὰρ ἀλλόφυλα καὶ ἀλλογενῆ καὶ βάρβαρα ἔθνη τὰ διήκοντα μέχρι τῶν περάτων τῆς γῆς ψαλμοὺς ᾄδειν καὶ τὸν τῶν προφητῶν θεὸν ὑμνεῖν τοὺς πατρῴους θεοὺς ἀποστραφέντα, μέγα τι ἦν καὶ τεράστιον θαῦμα. εἶτ’ ἐπιλέγει· Ἐλπὶς τῷ εὐσεβεῖ· ἐπειδὴ γὰρ διῆλθε τὰ τοῖς ἀσεβέσιν ἠπειλημένα, εἶθ’ ἑξῆς περὶ τῆς μερίδος τοῦ θεοῦ ἐπήγαγεν, ὡς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται. ὡς δὴ τὴν δικαιοκρισίαν τοῦ θεοῦ παραστήσας ἀκολούθως ἐπήγαγε τό· Ἐλπὶς τῷ εὐσεβεῖ· παντὶ γὰρ δικαίῳ καὶ εὐσεβεῖ ἀνδρὶ ἐλπὶς ἀγαθὴ σωτηρίας ἀπόκειται, κἂν ἀλλόφυλος εἶναι δοκῇ κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. ἐπὶ τούτοις κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ εἶπε· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· τῶν γὰρ προφητῶν δοξασάντων τὸν θεὸν ἐπὶ τῷ λεχθέντι παραδόξῳ καὶ τῆς τῶν εὐσεβῶν ἐλπίδος μνημονευσάντων, μὴ εἰρηκότων δέ, τίνα καὶ ὁποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν καὶ γνῶναι, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, σιωπᾶν αὐτοὺς ὁ θεὸς παρακελεύεται λέγων· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· οὐ γὰρ νῦν φησι καιρὸς ἐκφαίνειν· ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασα τοῖς ἀγαπῶσί με. ταῦτα δὲ ὁ προφήτης ἁγίῳ πνεύματι συνιδὼν ἀποκλάεται τοὺς ἀσεβεῖς διὰ τὸ συνορᾶν αὐτῶν τὴν ἀπώλειαν, καὶ ὥσπερ ἐδόξασε τὸν θεὸν ἐπὶ τῇ τῶν εὐσεβῶν ἐλπίδι, οὕτω τοὺς ἀπολλυμένους δι’ ὑπερβολὴν φιλανθρωπίας ἀποθρηνεῖ ἐπιφέρων ἑξῆς· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες καὶ ἀθεσίαν ἀθετούντων τὸν νόμον. ἀντὶ δὲ τοῦ· Οὐαὶ τοῖς ἀθετοῦσι, κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὠΐ μοι ἀθετοῦντες ἠθέτησαν, κατὰ δὲ τὸν Σύμμαχον· οἴμοι ἀθετοῦντες ἠθέτησαν. ὁρᾷς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν καὶ λέγειν· ὠΐ μοι, ἐφ’ οἷς ἠθέτησαν οἱ παραβάται. Εἶθ’ ἑξῆς ἐπάγει τὴν κατ’ αὐτῶν ἀπειλὴν φάσκων· φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. καὶ ἐπιλέγει· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνοίχθησαν τὴν ἐπισκοπὴν τοῦ θεοῦ καὶ τὴν ἐποπτικὴν αὐτοῦ θεωρητικὴν τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα ὥσπερ διὰ θυρίδων τοῦ οὐρανοῦ, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν ἁμαρτάνοντας τοὺς ἐπὶ γῆς παρέρχηται ὁ θεὸς μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς οὐδὲ ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται τοῦ οὐρανοῦ αἱ θυρίδες. εἰκὸς δὲ θυρίδας λέγεσθαι οὐρανοῦ τὰς οὐρανίους πύλας, περὶ ὧν εἴρηται· ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τότε μὲν οὖν ἀνοιγήσονται πᾶσαι ἐπὶ τῆς τοῦ κυρίου βασιλείας πύλαι, ὅπως δι’ αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι, νυνὶ δὲ ἀνοιχθεισῶν τῶν θυρίδων τοῦ οὐρανοῦ, τί γίνεται; σεισθήσεταί φησι τὰ θεμέλια τῆς γῆς. καὶ ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. καὶ ταῦτα πάντα πείσεται ἡ γῆ τῶν ποτε κατοικησάντων αὐτὴν οὕτως δηλουμένων· τοιαῦτα δέ φησι πείσεσθαι αὐτοὺς ὡς ἐοικέναι μεθύουσι καὶ κραπαιλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς. ἔσται δὲ πρὸς τοῖς εἰρημένοις ἡ δηλωθεῖσα γῆ, δῆλον δ’ ὅτι ἡ τῶν ἀσεβῶν ψυχὴ ὡς ὀπωροφυλάκιον. τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται. ταῦτα δὲ συμβήσεται τῇ γῇ, λέγω δὲ τοῖς πάλαι τὴν γῆν οἰκήσασιν, ἐπειδήπερ κατίσχυσεν ἐπ’ αὐτῆς ἡ ἀνομία. διὸ ἐπὶ τέλει τοῦ λόγου φησί· καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ ἤτοι σὰρξ γεώδης ἢ φιλοσώματος ψυχὴ ἢ οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθολικῆς ἀναστάσεως τεύξονται εἰς τὸ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ καὶ κομίσασθαι ἕκαστον τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτ’ ἀγαθὸν εἴτε κακόν, ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι πάσης ἀγαθῆς ἐλπίδος καὶ ταῖς ἠπειλημέναις κολάσεσι παραδοθῶσι τὸ τηνικαῦτα τοῦ θεοῦ ἐκπεσόντες οὐκέτ’ ἀναστῆναι δυνήσονται. Ἀλλὰ γὰρ πληρώσασα ἡ προφητεία τὸν λόγον τὸν περὶ τῶν οἰκητόρων τῆς γῆς ἑξῆς μεταβαίνει ἐπὶ τὸν οὐρανὸν καὶ τὰ οὐράνια λέγων· τῇ δὲ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ θεοῦ κρίσεως καιρόν, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, ἐν οἷς τὴν συντέλειαν αἰνίττεται τοῦ παντός, ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται. τότε γὰρ διὰ τὴν σωτήριον διδασκαλίαν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ὅτε καὶ φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ταῦτα δὴ πάντα αἰνιττόμενος ὁ προφητικὸς λόγος διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. κόσμον δὲ οὐρανοῦ εἴωθε Μωσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἀποκαλεῖν, ὡς ὅταν λέγῃ· ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. διὸ καὶ ἡ παροῦσα προφητεία προϊοῦσα, τίς ποτ’ ἦν ὁ κόσμος τοῦ οὐρανοῦ παρίστησιν, ἐν οἷς φησι· καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. ἀνθ’ οὗ ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· καὶ ἐντραπήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁ δὲ Ἀκύλας· καὶ καταισχυνθήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁμοίως καὶ ὁ Θεοδοτίων· ἐντραπήσεταί φησιν ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος. ὁρᾷς ὅτι ἐπάγει ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα τὴν συντέλειαν τῶν φαινομένων ποιούμενος. ἐὰν δὲ λέγῃ· ἐπάξει ὁ θεὸς τὴν χεῖρα ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, εἶτα ἐπιφέρῃ· καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· καὶ συνάξει εἰς συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα, δοκεῖ μοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνειν διὰ τῶν βασιλέων τῆς γῆς. οὕτω γοῦν καὶ τῷ Δανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων. τοὺς τοιούτους ἀοράτους ἄρχοντας τῶν ἐθνῶν βασιλεῖς ἐνταῦθα προσειπὼν ὁ λόγος συναχθήσεσθαι αὐτούς φησιν ὑπὸ τῆς χειρὸς τοῦ θεοῦ καὶ ἐμβληθήσεσθαι εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· κατὰ τῶν βασιλέων τῶν ἐπὶ τῆς γῆς· καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. ἀκόλουθον γὰρ ἦν τῆς βασιλείας τοῦ Χριστοῦ μελλούσης τότε τοῦ νέου αἰῶνος ἐπικρατεῖν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας εἰς τὸν προσήκοντα αὐτοῖς καταβληθῆναι λάκκον ,ὃν αὐτοὶ ἑαυτοῖς ὤρυξαν· λάκκον γὰρ πᾶς ἀσεβὴς ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. ἀλλὰ καὶ συγκλεισθήσονται οἱ δηλωθέντες ἐν τινὶ πρέποντι αὐτοῖς δεσμωτηρίῳ, ἵνα μὴ παρένοχλοι ἐν τοῖς ὑπὸ θεοῦ βασιλευομένοις, ἔσονταί τε ἐν τούτῳ εἰς ὅσον κρινεῖ ἐν αὐτοῖς τοῖς αὐτόθι δεσμοῖς ἐνέχεσθαι ὁ τῶν ὅλων κριτής. διὸ κατὰ τοὺς Ἑβδομήκοντα λέλεκται· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ μετὰ πολλὰς ἡμέρας ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀπὸ πλήθους ἡμερῶν ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· διὰ πολλῶν ἡμερῶν ἐπισκεφθήσονται. ὑπὸ τίνος δ’ οὐκ εἴρηται· οὐ γὰρ πρόσκειται ὑπὸ τοῦ θεοῦ, ὡς ἀπόρρητος δὲ ὁ περὶ τούτου σεσιώπηται λόγος. εἶτα καὶ αὐτὸς ὁ ἥλιος αἰσχυνθήσεται ὁρῶν τοὺς πάλαι ὑπ’ αὐτῷ φωτιζομένους ἐλέγχῳ τῆς κρίσεως καὶ τιμωρίᾳ ὑποβληθέντας, ὡσαύτως δὲ καὶ ἡ σελήνη ἐντραπήσεται, ὡς μηδὲν εἰς κατόρθωσιν τῶν ἐπὶ γῆς ἠσεβηκότων συμβαλλομένη. ὡσεὶ καὶ οἰκονόμοι τινὲς ἐπιταχθέντες ἐφορᾶν καὶ διέπειν οἰκοδεσπότου οἶκον τοὺς ὑπ’ αὐτῶν μακρῷ χρόνῳ γενησομένους ἐπιστάντος τοῦ δεσπότου ἴδοιεν κολαζομένους καὶ διαφόροις τιμωρίαις ὑποβαλλομένους, τὸν αὐτὸν τρόπον καὶ οἱ τῷ μακρῷ αἰῶνι τῇ τοῦ θεοῦ βουλῇ ἐξυπηρετησάμενοι ἥλιος καὶ σελήνη τῶν ὑπὸ τὰς αὐτῶν αὐγὰς ἠσεβηκότων ποτὲ ὑπεχόντων δίκας διατραπήσεσθαι καὶ αἰσχυνθήσεσθαι λέγονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. κατὰ γὰρ τοὺς Ἑβδομήκοντα οὐδεμία ἐν τούτοις μνήμη οὐχ ἡλίου οὐδὲ σελήνης γεγένηται, σφόδρα δὲ κεκαλυμμένως εἴρηται τό· καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος, ἀποκρυψάντων ὡς εἰκὸς τῶν ἑρμηνευσάντων τὸν λόγον διὰ τὸ Ἕλλησιν ἐκδιδόναι τὴν γραφὴν καὶ διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. τούτοις ἅπασιν ἐπιφέρεται· ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται· ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετὰ τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἰερουσαλὴμ πολλάκις εἶναι ἐπουρανίους ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται, ὅτε καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται· οὓς γὰρ κατὰ τὸν παρόντα βίον ἐτίμησεν ἀξιώμασιν ἐκκλησιαστικοῖς πρεσβυτέρους ἀναδείξας, τούτους αὐτοὺς καταξιώσει τῆς αὐτοῦ θεότητος· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἄντικρυς τῶν πρεσβυτέρων αὐτοῦ δόξα.